Ancient Greek · ~12 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 2.1
Not analysed yet
Ποῦ νῦν εἰσιν οἱ τὴν Παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς Γραφῆς διασπῶντες, οἱ τῇ Καινῇ μὲν ἄλλον, ἕτερον δὲ τῇ Παλαιᾷ Θεὸν ἀπονέμοντες; Ἀκουέτωσαν Παύλου τὰ στόματα τὰ ἄθεα ἐμφράττοντος, καὶ ἐπιστομίζοντος τὴν θεομάχον γλῶτταν, καὶ διὰ τῆς ῥήσεως ταύτης δεικνύοντος, ὅτι τὸ αὐτὸ Πνεῦμα καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ. Καὶ γὰρ αὐτὰ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν Διαθηκῶν δείκνυσι τὴν συμφωνίαν. Ἡ γὰρ Καινὴ διὰ τὴν Παλαιὰν εἴρηται, καὶ ἡ Παλαιὰ διὰ τὴν Καινήν· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκε τὴν προτέραν. Εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν Δεσπότου, οὔτε αὕτη Καινὴ, οὔτ' ἐκείνη Παλαιὰ δύναιτ' ἂν λέγεσθαι. Ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ τὴν συγγένειαν ἑκατέρας ἐκδείκνυται, καὶ ἡ διαφορὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστι· καὶ γὰρ τὸ καινὸν τῷ παλαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον· ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ οὐδὲ διαφορὰν δεσποτείας οὐδὲ μείωσιν εἰσάγει. Καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφηνεν, εἰπών· Διὰ τοῦτο λέγω ὑμῖν, Πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ὁρᾷς διάφορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτείαν; Ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ παλαιὰ εἷς ὢν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυνατὸν ἑνὸς εἶναι Θεοῦ τὴν Καινὴν καὶ τὴν Παλαιάν· αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν, τὸ μὴ μόνον καινὰ κεκτῆσθαι, ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς τὴν περιουσίαν ἐνδείκνυσθαι. Ὥστε διαφορὰ μόνον ἐστὶν ὀνομάτων ἐν ταῖς Διαθήκαις οὐ μάχη, οὐδὲ ἐναντίωσις. Τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν· τοῦτο δὲ οὐ μάχης, οὐδὲ ἐναντιώσεως, ἀλλὰ διαφορᾶς ὀνόματος μόνης. Ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς Παλαιᾶς τοῖς τῆς Καινῆς, σφόδρα ἂν διισχυρισάμην, ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν. Εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν, τοῖς αὐτοῖς ἀνθρώποις, περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα· εἰ δὲ ἑτέροις μὲν ἐκεῖνοι, ἑτέροις δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ μὲν ἐκείνοις καιρῷ, ἐν ἑτέρῳ δὲ τούτοις, ἄλλως ἐκείνοις διακειμένοις, καὶ ἑτέρως τούτοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; Ἐγὼ μὲν οὐδεμίαν ὁρῶ, εἰ δὲ αὐτοὶ λέγειν ἔχουσι, εἰπάτωσαν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καὶ γὰρ καὶ ἰατρὸς ἐναντία πολλὰ ποιεῖ πολλάκις· ἀλλ' οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ' ἀπὸ μιᾶς καὶ συμφώνου. Καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις· καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα· καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ γνώμη δὲ, ἀφ' ἧς ταῦτα γίνεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει, τὴν τοῦ κάμνοντος ὑγίειαν. Πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ καὶ περὶ σώματος ἑνὸς φύσιν, τῷ Θεῷ δὲ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα;