Ancient Greek · ~10 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 3-2
Not analysed yet
Ὅτι μὲν οὖν, εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι, οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδέ εἰσιν ἐναντίοι, ἀλλὰ διάφοροι μόνον, φέρε, τοὺς νόμους εἰς μέσον προχειρισώμεθα. Ἠκούσατε, φησὶν, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις. Οὗτος παλαιὸς ὁ νόμος· ἴδωμεν τὸν τῆς Καινῆς· Ἐγὼ δὲ λέγω ὑμῖν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός. Ταῦτα ἐναντία, εἰπέ μοι, τὰ προστάγματα; Καὶ τίς ἀνθρώπων, κἂν ὁπωσοῦν διανοίας μετέχων, τοῦτο ἂν εἴποι; Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, οὗτος ἐκέλευσεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον· εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι, ἐπίτασις, οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμος ἐστίν· ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε, τὴν ὀργήν· ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. Πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου θυμὸς καὶ ὀργή. Ἐκεῖνος τοῦτο προπαρεσκεύασεν ὁ νόμος τὴν φύσιν τὴν ἡμετέραν, οὗτος ἐλθὼν τὸ λεῖπον ἐπλήρωσε. Ποία ἐναντιότης, ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; Ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων. Ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων, οὐχὶ μαχομένων ἐστίν· ὅπερ ἄνω καὶ κάτω σπουδάζουσι κατασκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ, μὴ συνορῶντες, ὅτι ἐκ τούτου μεγάλῃ ῥᾳθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς Καινῆς Θεὸν ὑποβάλλουσιν· εὑρεθήσεται γὰρ (ἡ δὲ βλασφημία εἰς τὴν τῶν ταῦτα ἀναγκαζόντων ἡμᾶς λέγειν περιτραπείη κεφαλὴν) ἀκαίρως τὰ καθ' ἡμᾶς οἰκονομήσας· τὸ δὲ πῶς, ἐγὼ λέγω. Γαλακτοτροφίᾳ προσέοικεν ἡ τῆς Παλαιᾶς Διαθήκης παιδαγωγία, στερεᾷ δὲ τροφῇ τῆς Καινῆς Διαθήκης ἡ φιλοσοφία· οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι, πρὸς τὴν στερεὰν ἄγει τροφήν. Ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς Καινῆς Θεὸς ἄνπερ μὴ αὐτὸς ᾖ ὁ τὴν Παλαιὰν δεδωκώς· πρὸ γὰρ τοῦ θρέψαι γάλακτι καὶ τῇ διὰ τοῦ νόμου παιδαγωγίᾳ, ἐπὶ τὴν στερεὰν ἡμᾶς ἤγαγε τροφήν. Οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ μείζονι τούτου πάλιν αὐτὸν ὑποβάλλουσιν ἐγκλήματι, εἴ γε μετὰ πεντακισχίλια καὶ πλείονα ἔτη τοῦ γένους ἧκε προνοήσων τοῦ ἡμετέρου. Εἰ γὰρ μὴ αὐτὸς ἦν, ὁ διὰ τῶν προφητῶν καὶ τῶν πατριαρχῶν καὶ τῶν δικαίων ἀνθρώπων τὰ καθ' ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ' ἕτερός τις παρὰ τοῦτον ὀψέ ποτε καὶ βραδέως εὑρεθήσεται τῆς ἡμετέρας ἐπειλημμένος προνοίας, ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τοσούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας.