Ancient Greek · ~9 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 4-2
Not analysed yet
Ὁρᾷς ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις ἐκεῖνοι, ἕτερον μὲν τῆς Καινῆς, ἕτερον δὲ τῆς Παλαιᾶς λέγοντες εἶναι νομοθέτην; Ἅπερ ἅπαντα λύεται, ἂν ἕνα ἑκατέρας τῆς Διαθήκης δῶμεν εἶναι Θεόν. Εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ' ἡμᾶς οἰκονομῶν, τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως, οὐδὲ νεωστὶ, ἀλλ' ἄνωθεν καὶ ἐκ πρώτης ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας. Ἵνα δὲ μειζόνως αὐτῶν τὰ στόματα ἀποῤῥάψωμεν, φέρε, καὶ αὐτὰς τὰς ῥήσεις παραγάγωμεν, καὶ προφήτας, καὶ ἀποστόλους βοῶντας, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης. Παρίτω τοίνυν εἰς μέσον ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, καὶ αὐτὸ τοῦτο δεικνύτω σαφῶς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς Διαθήκης Θεόν. Τί οὖν οὗτός φησιν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ὥστε ὁ τὴν Καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δοὺς Θεός. Ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμισεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀναιροῦσι τοῦ Μονογενοῦς. Εἰ γὰρ πρὸ τοῦ τόκου τῆς Μαρίας οὐκ ἦν, οὐδὲ ὑπῆρχε πρὶν ἢ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὤν; πῶς δὲ ἔλεγε, Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν; πῶς διέθετο τοῖς πατράσιν αὐτῶν μὴ ὑπάρχων, μηδὲ ὢν, κατὰ τὸν ἐκείνων λόγον; Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· ἵνα δὲ καὶ Μανιχαίους ἐπιστομίσωμεν, ἀπὸ τῆς Καινῆς τὴν μαρτυρίαν παραγάγωμεν, ἐπειδὴ τῆς Παλαιᾶς οὐδεὶς αὐτοῖς ἐστι λόγος, μᾶλλον δὲ οὐδὲ τῆς Καινῆς· ἀλλὰ καὶ ταύτην, ἣν δοκοῦσι τιμᾷν, οὐχ ἧττον ἐκείνης καθυβρίζουσιν· ἑνὶ μὲν τρόπῳ, τῷ τῆς Παλαιᾶς ἐκκόψαι, καὶ τὸ ἀξιόπιστον αὐτῆς λυμήνασθαι. Οὐ γὰρ μικρὰ τῶν ἐν αὐτῇ κειμένων τῆς ἀληθείας ἀπόδειξις, τῶν ἐν τῇ Παλαιᾶ προφητειῶν ἡ προαναφώνησις ἦν, οὓς ἀποστραφέντες οὗτοι οὐκ αἰσθάνονται τῶν προφητῶν μᾶλλον τοὺς ἀποστόλους ἀτιμάσαντες. Ἑνὶ μὲν οὖν τρόπῳ τούτῳ τὴν Καινὴν καθυβρίζουσιν, ἑτέρῳ δὲ πάλιν δευτέρῳ, τῷ τὰ πλείονα αὐτῆς ἐκκόψαι. Πλὴν ἀλλὰ καὶ αὐτὴ τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ' αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέσθαι ποιεῖ τὴν κακουργίαν· τὰ γὰρ ἀποκοπέντα μέλη κράζει καὶ βοᾷ, τὴν πρὸς τὰ οἰκεῖα μέλη συμφωνίαν ἐπιζητοῦντα.