Ancient Greek · ~9 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 5-2
Not analysed yet
Πῶς οὖν ἀποδείξομεν, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης; Ἀπὸ τούτων τῶν παρ' αὐτοῖς ὑπολελειμμένων ῥημάτων τῶν ἀποστολικῶν, ἃ δοκεῖ μὲν ἔχειν τοῦ νόμου κατηγορίαν, συνίστησι δὲ αὐτὸν μάλιστα, καὶ δεικνύει θεῖον ὄντα χρησμὸν καὶ ἄνωθεν ἥκοντα. Καὶ τοῦτο δὲ τῆς τοῦ Πνεύματος ἐγένετο σοφίας, ὥστε τῇ προχείρῳ ῥήσει δελεασθέντας τοὺς τοῦ νόμου κατηγοροῦντας ἄκοντας καὶ ἀγνοοῦντας δέξασθαι τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην ἀπολογίαν· ἵνα, ἂν μὲν θελήσωσι πρὸς τὴν ἀλήθειαν ἰδεῖν, ἔχωσι τὴν ῥῆσιν τὴν χειραγωγοῦσαν αὐτούς· ἂν δὲ ἐπιμένωσι τῇ ἀπιστίᾳ, μηδεμιᾶς συγγνώμης λοιπὸν τύχωσι, καὶ αὐτοῖς, οἷς δοκοῦσι πιστεύειν, ἀπιστοῦντες κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ· ἡμεῖς δὲ ἐκείνην τέως σπουδάζομεν τὴν περικοπὴν εἰς μέσον ἀγαγεῖν, τὴν καὶ παρὰ τοῖς Μανιχαίοις σωζομένην ἔτι καὶ νῦν. Τίς οὖν ἐστιν αὕτη; Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, φησὶ, τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας; Ἤκουσαν οἱ αἱρετικοὶ, ὅτι ἕνα ἐκ τῆς παιδίσκης, καὶ εὐθέως ἐπεπήδησαν· ἐνόμισαν γὰρ κατηγορίαν εἶναι τοῦ νόμου τὸ λεγόμενον· καὶ ἐκκόψαντες αὐτὴν τῆς λοιπῆς ἀκολουθίας, ὡς συνηγοροῦσαν αὐτοῖς κατέχουσι. Φέρε οὖν ἀπ' αὐτοῦ δείξωμεν ἕνα ὄντα τὸν νομοθέτην. Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ταῦτα δέ ἐστι, φησὶν, ἀλληγορούμενα. Τί δέ ἐστιν, Ἀλληγορούμενα; Τύποι τῶν ἐν τῇ χάριτι γενομένων ἦσαν τὰ ἐν τῇ Παλαιᾷ Διαθήκῃ γινόμενα. Ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες, οὕτως ἐνταῦθα δύο Διαθῆκαι. Πρῶτον μὲν ἐν τούτῳ δείκνυσι τὴν συγγένειαν τῆς Καινῆς πρὸς τὴν Παλαιὰν, ὅταν ἐκεῖνα τούτων ᾖ τύπος. Ὁ γὰρ τύπος τῆς ἀληθείας οὐκ ἐναντίον, ἀλλὰ συγγενές. Εἰ δὲ ἐναντίος ἦν ὁ Θεὸς τῆς Παλαιᾶς τῷ Θεῷ τῆς Καινῆς, οὐκ ἔμελλε διὰ τῶν γυναικῶν προδιατυποῦν τῆς Καινῆς Διαθήκης τὴν ὑπεροχήν. Εἰ δὲ καὶ ἐκεῖνος προδιετύπωσε, τὸν Παῦλον ἐχρῆν μὴ ἀποχρήσασθαι τῷ τύπῳ. Εἰ δὲ λέγοιεν, ὅτι Ἰουδαϊκῇ συγκαταβαίνων ἀσθενείᾳ, τοῦτο ἐποίει, ἐχρῆν καὶ Ἕλλησι κηρύττοντα τύπους Ἑλληνικοὺς εἰσάγειν, καὶ ἱστορίας μεμνῆσθαι τῶν παρ' Ἕλλησι γεγενημένων πραγμάτων. Ἀλλὰ οὐκ ἐποίησε τοῦτο· καὶ μάλα εἰκότως. Ἐκεῖνα μὲν γὰρ οὐδὲν κοινὸν εἶχε πρὸς τὴν ἀλήθειαν, ταῦτα δὲ Θεοῦ χρησμοὶ καὶ νόμοι· διὸ καὶ πολλὴν συγγένειαν ἔχει τὰ παλαιὰ πρὸς τὴν Καινὴν Διαθήκην.