Ancient Greek · ~11 min
Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·» καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Habentes eundem spiritum (homiliae 1-3) 6.1
Not analysed yet
Πρῶτον μὲν οὖν τοῦτο δείκνυσιν, ὅτι πολλὴ ἡ συμφωνία τῆς Καινῆς πρὸς τὴν Παλαιάν· δεύτερον δὲ οὐκ ἔλαττον τούτου, καὶ αὐτῇ τῇ ἱστορίᾳ. Ὥσπερ γὰρ τότε δύο γυναῖκες ἦσαν ἑνὸς ἀνδρὸς, οὕτω καὶ νῦν δύο Διαθῆκαι ἑνὸς νομοθέτου· ἐπεὶ, ἂν ἄλλος ᾖ τῆς Καινῆς, καὶ ἄλλος τῆς Παλαιᾶς, περιττῶς τὴν ἱστορίαν εἰσήγαγεν. Οὐ γὰρ ἄλλος μὲν ἦν τῆς Σάῤῥας ἀνὴρ, ἄλλος δὲ τῆς Ἅγαρ, ἄλλ' εἷς καὶ ὁ αὐτός. Ὥστε, ὅταν λέγῃ, Αὗται γάρ εἰσι δύο διαθῆκαι, οὐδὲν ἕτερον λέγει, ἀλλ' ἢ, ὅτι ἕνα ἔχουσι νομοθέτην, καθάπερ ἐκεῖναι ἕνα ἄνδρα τὸν Ἀβραάμ. Ἀλλ' ἡ μὲν δούλη, φησὶν, ἡ δὲ ἐλευθέρα ἦν. Καὶ τί τοῦτο; τέως γὰρ ζητούμενον ἦν, εἰ εἷς ἑκατέρων νομοθέτης. Καταδεξάσθωσαν τοίνυν τοῦτο πρότερον, καὶ τότε πρὸς ἐκεῖνο αὐτοῖς ἀποκρινούμεθα. Ἂν γὰρ τοῦτο καταναγκάζῃς αὐτοὺς δέξασθαι, καὶ πεισθῶσιν, ἅπαν αὐτῶν τὸ δόγμα οἰχήσεται. Ὅταν γὰρ εὑρεθῇ τοῦ αὐτοῦ νομοθέτου καὶ ἡ Παλαιὰ οὖσα, καθάπερ οὖν καὶ ἔστι, πᾶσα λέλυται ἡμῖν ἡ πρὸς ἐκείνους ἀμφισβήτησις. Ἵνα δὲ μηδὲ τοῦτο ὑμᾶς θορυβῇ, πρόσχωμεν ἀκριβῶς τῇ ῥήσει. Οὐ γὰρ εἶπε, Μία μὲν δούλη, μία δὲ ἐλευθέρα· ἀλλὰ, Μία μὲν εἰς δουλείαν γεννῶσα· οὐ πάντως δὲ ἡ εἰς δουλείαν γεννήσασα, δούλη· καὶ αὐτὸ δὲ τὸ εἰς δουλείαν τεχθῆναι, οὐ τῆς τεκούσης ἔγκλημα, ἀλλὰ τῶν τεχθέντων παιδίων. Ἐπειδὴ γὰρ τῆς ἐλευθερίας διὰ τὴν κακίαν ἑαυτοὺς ἀπεστέρησαν, καὶ τῆς εὐγενείας ἐξέπεσον, ὡς δούλους αὐτοὺς ἀγνώμονας ἐπαίδευσεν ὁ Θεὸς φόβῳ διηνεκεῖ, κολάζων τιμωρίαις καὶ ἀπειλαῖς. Πολλοὶ γοῦν καὶ νῦν πατέρες τοὺς ἑαυτῶν υἱοὺς, οὐχ ὡς υἱοὺς ἐνάγουσιν, ἀλλὰ μετὰ τοῦ πρέποντος οἰκέταις φόβου· καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κεχρῆσθαι τοῖς ἐλευθέροις. Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τοσαύτης ἐνῆγε, μεθ' ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα· ἀλλ' οὐ κατηγορία τοῦ Θεοῦ τὸ γινόμενον, οὐδὲ ἔγκλημα τοῦ νόμου, ἀλλὰ τῶν ἀφηνιαζόντων Ἰουδαίων, σφοδροτέρου δεηθέντων χαλινοῦ. Ἐν αὐτῇ γοῦν τῇ Παλαιᾷ εὑρεθήσονται πολλοὶ οὐχ οὕτως ἀχθέντες, οἷον ὁ Ἄβελ, ὁ Νῶε, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ, ὁ Ἰωσὴφ, ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, οἱ ἄλλοι πάντες, ὅσοι τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἐζήλωσαν. Οὐ γὰρ φόβῳ καὶ κολάσει, οὐδὲ ἀπειλῇ καὶ τιμωρίᾳ, ἀλλ' ἀγάπῃ θείᾳ καὶ φίλτρῳ ζέοντι τῷ περὶ Θεὸν ἐγένοντο τοιοῦτοι, οἷοι δὴ καὶ ἐγένοντο. Οὐ γὰρ ἐδεήθησαν προσταγμάτων, οὐδὲ ἐντολῶν καὶ νόμων, ὥστε ἀρετὴν ἑλέσθαι καὶ φεύγειν κακίαν, ἀλλ' ὥσπερ εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν· οἱ δὲ λοιποὶ πάντες Ἰουδαῖοι, ἐπειδὴ πρὸς κακίαν ἀπέκλιναν, τοῦ κατὰ τὸν νόμον ἐδεήθησαν χαλινοῦ. Ὅτε γοῦν ἐποίησαν τὸν μόσχον, καὶ τὸ γλυπτὸν προσεκύνησαν, τότε ἤκουσαν· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὅτε ἐφόνευσαν, καὶ τὰς γυναῖκας τῶν πλησίον διέφθειραν, τότε ἤκουσαν, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως.