Ancient Greek · ~8 min
Section 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 17
Not analysed yet
Τοῦτο καὶ ἐπὶ Παύλου καὶ ἐπὶ Πέτρου γέγονεν. Ὤφειλον γάρ τινα ἐλλείμματα οἱ Ἰουδαῖοι. Ποῖα δὴ ταῦτα; Τὸ παντελῶς ἀποστῆναι τοῦ Ἰουδαϊσμοῦ. Ἀπαιτῆσαι ταῦτα τὰ ἐλλείμματα σφοδρότερον ὁ Πέτρος ἐβούλετο, καὶ καθαρὰν εἰσπράξασθαι παρ' αὐτῶν τὴν πίστιν. Βουλόμενος τοίνυν πλείονα λαβεῖν ἐξουσίαν καὶ ἀφορμὴν τῆς τοιαύτης εἰσπράξεως, παρασκευάζει τὸν Παῦλον ἐπιτιμῆσαι μεθ' ὑπερβολῆς, καὶ ἐπιπλῆξαι, ἵνα ἡ ἐπίπλαστος ἐπιτίμησις αὕτη δικαίαν αὐτῷ παῤῥησίας κατ' ἐκείνων ἀφορμὴν παρέχῃ καὶ πρόφασιν. Διὰ τοῦτο καὶ ἀρχόμενός φησι, Κατὰ πρόσωπον αὐτῷ ἀντέστην· καὶ ἐνταῦθα πάλιν, Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἰ μὲν γὰρ τὸν ἀπόστολον διορθώσασθαι ἐβούλετο, κατ' ἰδίαν ἂν τοῦτο ἐποίησεν· ἐπειδὴ δὲ οὐ τοῦτο ἦν τὸ σπουδαζόμενον (ᾔδει γὰρ τὴν γνώμην, μεθ' ἧς ἅπαντα ταῦτα ἐποίει), ἀλλ' ἐκείνους μέχρι πολλοῦ χωλεύοντας στηρίξαι ἐσπούδαζε, διὰ τοῦτο ἔμπροσθεν πάντων ποιεῖται τὴν ἐπιτίμησιν. Ὁ δὲ Πέτρος ἀνέχεται, καὶ σιγᾷ, καὶ οὐκ ἀντιλέγει. ᾜδει γὰρ τὴν γνώμην, μεθ' ἧς ὁ Παῦλος ἐπετίμα· καὶ τὸ πᾶν ὁ Πέτρος κατώρθωσε σιγήσας. Ἡ γὰρ τούτου σιγὴ διδασκαλία τοῖς Ἰουδαίοις ἐγένετο τοῦ μηκέτι τοῖς νομίμοις ἐνέχεσθαι. Οὐ γὰρ ἂν ὁ διδάσκαλος ἐσίγησε, φησὶν, εἰ μὴ συνῄδει δικαίως ἐπιτιμῶντι τῷ Παύλῳ. Ἀλλ' εἰ δοκεῖ, καὶ αὐτῆς τῆς ἐπιτιμήσεως ἀκούσωμεν. Εἶπον τῷ Πέτρῳ πάντων ἔμπροσθεν, φησὶν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς. Σκόπει σύνεσιν· οὐκ εἶπεν αὐτῷ, ὅτι Κακῶς ποιεῖς Ἰουδαϊκῶς ζῶν· ἀλλ' ἐλέγχει αὐτοῦ τὴν προτέραν ἀναστροφὴν, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, ἀλλ' ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης εἰσενηνέχθαι δοκῇ. Εἰ μὲν γὰρ εἶπε, Κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ μαθηταὶ οἱ Πέτρου· νυνὶ δὲ ἀκούσαντες, ὅτι οὐ τῆς Παύλου γνώμης ἡ παραίνεσις ἦν καὶ ἡ διόρθωσις αὕτη, ἀλλ' αὐτὸς ὁ Πέτρος οὕτως ἔζη, καὶ ταῦτα εἶχεν ἐν τῇ ψυχῇ τὰ δόγματα, καὶ ἑκόντες καὶ ἄκοντες ἡσύχαζον. Διὰ τοῦτο οὔτε Πέτρος εἰσηγεῖται τὴν γνώμην, ἀλλ' ἀνέχεται παρ' ἑτέρου, τοῦ Παύλου λέγω, διελέγχεσθαι, καὶ σιγᾷ, ὥστε εὐπαράδεκτον γενέσθαι τὴν διδασκαλίαν.