Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 6
Not analysed yet
Ὅρα πῶς ἐφίλει τὸν διδάσκαλον, καὶ σκόπει τὴν ἀκρίβειαν, καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ τότε ἁπλῶς ἀποκριθεὶς ἐπεστομίσθη, ἐνταῦθα τῇ ἐξουσίᾳ τοῦ διδασκάλου ἐπιτρέπει τὸ πρᾶγμα· Εἰ θέλεις, λέγων. Συμβαίνει γὰρ, φησὶ, καὶ νῦν ἀπερισκέπτως με πόθῳ κινούμενον εἰπεῖν. Ἵν' οὖν μὴ τὴν αὐτὴν ἐπιτίμησιν δέξηται· Εἰ θέλεις, φησί. Συμπόσιον ἦν ἐκεῖνο πάλιν τὸ ἅγιον καὶ φρικῶδες· καὶ τότε λέγοντος τοῦ Ἰησοῦ· Εἷς ἐξ ὑμῶν παραδώσει με, πάλιν ὁ Πέτρος διὰ μὲν τὴν ἐπιτίμησιν τὴν ἤδη γενομένην ἐρωτῆσαι τὸν διδάσκαλον οὐκ ἐτόλμησε· διὰ δὲ τὸν πόθον, ὃν εἶχε, σιγῆσαι οὐκ ἠνέσχετο· ἀλλ' ἐσπούδασε καὶ μαθείν, καὶ μὴ δόξαι προπετής τις εἶναι καὶ ἀπερίσκεπτος. Πῶς οὖν καὶ τὴν ἐπιθυμίαν ἐπλήρωσε, καὶ ἀσφάλειαν ἑαυτῷ προῳκονόμησεν; Ἵνα τῷ μὲν βουληθῆναι μαθεῖν τὸν ἀκάθεκτον δείξῃ πόθον, τῷ δὲ μὴ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι, ἀλλ' ἕτερον προβαλέσθαι, τὴν εὐλάβειαν ἐμφαίνῃ καὶ τὴν ἐπιείκειαν ἅπασαν. Καὶ γὰρ στενά μοι πάντοθεν, φησί· περὶ προδοσίας ἐστὶ λόγος τοῦ Δεσπότου· μέγας ὁ κίνδυνος, ὁ κρημνὸς ἑκατέρωθεν. Ἂν σιγήσω, ἡ μέριμνα κατεσθίει μου τὴν ψυχήν· ἂν εἴπω, δέδοικα μή ποτε ἐπιτίμησιν δέξωμαι πάλιν. Μέσην οὖν ἦλθεν ὁδὸν, καὶ ὁ πανταχοῦ προπηδῶν, τότε τῆς Ἰωάννου παῤῥησίας ἐδεῖτο, ὥστε μαθεῖν τὸ λεγόμενον. Οὐδὲν γὰρ ἕτερον ἀνέπνει. καὶ εἶχεν ἐν τῇ ψυχῇ διηνεκῶς, ἀλλ' ἢ τὸν διδάσκαλον μόνον. Διὰ τοῦτο καὶ δεσμωτηρίων καὶ μυρίων μετὰ ταῦτα κατετόλμα θανάτων, καὶ πάσης τῆς παρούσης κατεγέλα ζωῆς. Δι' ἐκεῖνον καὶ μάστιγας λαβὼν, καὶ τοὺς μώλωπας ἔχων ἐπὶ τοῦ νώτου, πρὸς τοὺς μαστίξαντας ἔλεγεν· Οὐ δυνάμεθα ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. Εἶδες φρόνημα ἀδούλωτον; εἶδες παῤῥησίαν ἀχείρωτον; εἶδες ψυχὴν οὐρανίου πόθου καὶ ἔρωτος γέμουσαν; Πῶς οὖν τολμᾷς λέγειν, ὅτι φοβούμενος τοὺς ἐκ περιτομῆς, ὑπέστελλεν ἑαυτὸν καὶ ἀφώρισε; Καὶ πολλὰ δὲ ἕτερα ἐνῆν εἰπεῖν περὶ Πέτρου, δεικνύντα αὐτοῦ τὴν θερμότητα, καὶ τὴν ἀνδρείαν, καὶ τὸν πόθον, ὃν εἶχε περὶ τὸν Χριστόν· ἀλλ' ἵνα μὴ μηκύνωμεν ἀκαίρως τὸν λόγον, ἀρκεῖ τὰ εἰρημένα. Οὐδὲ γὰρ ἐγκώμιον αὐτοῦ τήμερον εἰπεῖν πρόκειται, ἀλλὰ τὴν δοκοῦσαν εἶναι ζήτησιν λῦσαι, καὶ εἰς πέρας ἀγαγεῖν.