Ancient Greek · ~11 min
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 7
Not analysed yet
Σὺ δὲ καὶ ἑτέρωθεν σκόπει, πῶς οὐκ ἔστι πιθανὴ ἡ κατηγορία. Τότε μὲν γὰρ παρὰ τὴν ἀρχὴν, ὅτε ἔλεγε· Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἀνέστησεν ὁ Θεὸς, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, τότε μεταξὺ ἐχθρῶν ἦν, ἔτι φονώντων, ἔτι τῷ θυμῷ ζεόντων, ἔτι βουλομένων διασπάσασθαι τοὺς μαθητάς. Ἤκμαζε γὰρ αὐτοῖς ἔτι τὸ πάθος, καὶ ᾤδει ἡ διάνοια τῷ θυμῷ. Νυνὶ δὲ, ὅτε ταῦτα Παῦλος ἔγραφεν, ἑπτὰ καὶ δέκατον ἔτος εἶχε τὸ κήρυγμα. Εἰπὼν γάρ· Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα, λέγει πάλιν, ὅτι Μετὰ δεκατέσσαρα ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα. Ὁ τοίνυν τότε ἐν προοιμίοις τοῦ κηρύγματος μὴ φοβηθεὶς, νῦν μετὰ χρόνον τοσοῦτον φοβεῖται; ὁ ἐν Ἱεροσολύμοις μὴ δείσας, ἐν Ἀντιοχείᾳ δέδοικεν; ὁ, πολεμίων κυκλωσάντων αὐτὸν, μὴ πτοηθεὶς τότε, νῦν οὐδὲ πολεμίων παρόντων, ἀλλὰ πιστῶν καὶ μαθητῶν, ἀγωνιᾷ, καὶ δέδοικε, καὶ οὐκ ὀρθοποδεῖ; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, ἀναπτομένης μὲν τῆς πυρᾶς καὶ εἰς ὕψος ἐγειρομένης κατατολμᾷν, σβεσθεῖσαν δὲ καὶ γενομένην τέφραν δεδοικέναι καὶ τρέμειν; Εἰ δειλὸς ἦν καὶ ἄνανδρος ὁ Πέτρος, ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν τῇ μητροπόλει τῶν Ἰουδαίων, ὅπου πάντες ἦσαν οἱ πολέμιοι, τότε ἂν ἔδεισεν, οὐ μετὰ χρόνον τοσοῦτον ἐν τῇ χριστιανικωτάτῃ πόλει, οὐδὲ φίλων καὶ γνησίων παρόντων. Ὥστε οὔτε ὁ καιρὸς, οὔτε ὁ τόπος, οὔτε ἡ ποιότης τῶν προσώπων ἀφίησιν ἡμᾶς πιστεῦσαι τοῖς λεγομένοις οὕτως ὡς εἴρηται, καὶ καταγνῶναι τοῦ Πέτρου δειλίαν. Ἐπῃνέσατε τὰ εἰρημένα; Καίτοι γε ἐν ἀρχῇ τὸν Παῦλον ἐθαυμάζετε, καὶ τῆς παῤῥησίας αὐτὸν ἐξεπλήττεσθε· ἀλλ' ἰδοὺ περιέτρεψε τὴν κατηγορίαν ὁ λόγος. Ἀλλ' ὥσπερ ἀρχόμενος ἔλεγον, ὅτι οὐδέν μοι ὄφελος, ἐὰν Παύλου καλῶς ποιοῦντος, ὁ Πέτρος δειχθῇ μὴ καλῶς ποιῶν (τὰ γὰρ ἐγκλήματα καὶ ἡ καθ' ἡμῶν αἰσχύνη μένει, ἄν τε οὗτος, ἄν τε ἐκεῖνος διημαρτηκὼς τύχῃ), οὕτω καὶ νῦν τὸ αὐτὸ λέγω πάλιν, ὡς οὐδέν μοι ὄφελος, ἂν Πέτρου τὴν κατηγορίαν ἀποσκευασαμένου, ὁ Παῦλος φαίνηται θαρσαλέως καὶ ἀπερισκέπτως τοῦ συναποστόλου κατηγορῶν. Φέρε οὖν, καὶ τοῦτον τῶν ἐγκλημάτων ἀπολύσωμεν. Τί οὖν; ὁ μὲν Πέτρος τοιοῦτος, ὁ δὲ Παῦλος οὐ τοιοῦτος; καὶ τί Παύλου θερμότερον γένοιτ' ἂν, ὃς καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε διὰ τὸν Χριστόν; Ἀλλὰ νῦν οὐ περὶ ἀνδρείας ἡμῖν ὁ λόγος, (τί γὰρ πρὸς τὸ προκείμενον τοῦτο;) ἀλλ' εἰ ἀπεχθῶς πρὸς τὸν ἀπόστολον διέκειτο, ἢ εἰ κενοδοξίας τινὸς καὶ φιλονεικίας ἦν αὕτη ἡ μάχη. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· μὴ γένοιτο· Οὐδὲ γὰρ Πέτρου τοῦ κορυφαίου τῶν ἁγίων ἐκείνων μόνον, ἀλλὰ καὶ πάντων δοῦλος ἦν ἁπλῶς τῶν ἀποστόλων ὁ Παῦλος, καὶ ταῦτα πλεονεκτῶν ἁπάντων κατὰ τοὺς κόπους· ἀλλ' ὅμως πάντων ἑαυτὸν ἔσχατον εἶναι ἐνόμιζεν. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· οὐ μόνον δὲ τῶν ἀποστόλων, ἀλλὰ καὶ τῶν ἁγίων ἁπλῶς ἁπάντων. Ἐμοὶ γὰρ, φησὶ, τῷ ἐλαχίστῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη.