Ancient Greek
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: In faciem ei restiti 8
Not analysed yet
Εἶδες συντετριμμένην ψυχήν; εἶδες πῶς ἑαυτὸν κατώτερον πάντων ἵστησι τῶν ἁγίων, οὐχὶ τῶν ἀποστόλων μόνον; Ὁ δὲ οὕτω περὶ πάντας διακείμενος, ᾔδει καὶ πόσης τὸν Πέτρον προεδρίας ἀπολαύειν ἐχρῆν, καὶ ᾐδεῖτο μάλιστα πάντων ἀνθρώπων τοῦτον, καὶ ὡς ἄξιος ἦν, οὕτω περὶ αὐτὸν διέκειτο. Καὶ τοῦτο ἐκεῖθεν δῆλον. Ἡ οἰκουμένη πᾶσα πρὸς αὐτὸν ἔβλεπεν, αἱ φροντίδες τῶν πανταχοῦ τῆς γῆς Ἐκκλησιῶν τῆς ἐκείνου ψυχῆς ἦσαν ἐξηρτημέναι, μυρία ἐμερίμνα καθ' ἑκάστην ἡμέραν πράγματα, πάντοθεν αὐτὸν ἐκύκλουν κηδεμονίαι, προστασίαι, διορθώσεις, συμβουλαὶ, παραινέσεις, διδασκαλίαι, μυρίων οἰκονομίαι πραγμάτων· καὶ πάντα ἐκεῖνα ἀφεὶς, ἀπῆλθεν εἰς Ἱεροσόλυμα, καὶ πρόφασις τῆς ὁδοῦ οὐδεμία ἑτέρα ἦν, ἀλλ' ἢ τὸ Πέτρον ἰδεῖν, καθὼς αὐτός φησιν· Ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον· οὕτως αὐτὸν ἐτίμα, καὶ πρὸ πάντων ἦγε. Τί οὖν; ἰδὼν αὐτὸν εὐθέως ἀνεχώρησεν; Οὐδαμῶς· ἀλλ' ἐπέμεινε πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Εἴ τινα οὖν στρατηλάτην ἴδοις, εἰπέ μοι, γενναῖον καὶ θαυμαστὸν, τοῦ πολέμου συγκεκροτημένου, τῆς παρατάξεως συνεστώσης, τῆς μάχης ζεούσης, μυρίων αὐτὸν πάντοθεν καλούντων πραγμάτων, ἀφέντα τὴν παράταξιν, καὶ πρὸς ἐπίσκεψίν τινος ἀπελθόντα φίλου, ἆρα ἑτέραν μείζονα ταύτης ζητεῖς ἀπόδειξιν, εἰπέ μοι, τῆς πρὸς τὸν ἄνθρωπον ἐκεῖνον εὐνοίας; Οὐκ ἔγωγε οἶμαι. Τοῦτο τοίνυν καὶ ἐπὶ Παύλου καὶ Πέτρου λογίζου. Καὶ γὰρ καὶ ἐνταῦθα πόλεμος συνειστήκει χαλεπὸς, καὶ παράταξις ἦν, καὶ μάχη, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ μάχη περὶ τῆς τῶν ἀνθρώπων σωτηρίας· ἀλλ' ὅμως οὕτως ᾐδεῖτο τὸν Πέτρον, ὥστε καὶ τοσαύτης ἀνάγκης ἐπικειμένης καὶ κατεπειγούσης, ἐκδραμεῖν δι' ἐκεῖνον εἰς Ἱεροσόλυμα, καὶ μεῖναι πρὸς αὐτὸν ἡμέρας δεκαπέντε, καὶ τότε ἐπανελθεῖν. Ἔγνωτε τὴν ἀνδρείαν τοῦ Πέτρου, ἐμάθετε τὴν φιλοφροσύνην Παύλου, τὴν περὶ τοὺς ἀποστόλους πάντας, τὴν περὶ αὐτὸν τὸν Πέτρον· ἀνάγκη λοιπὸν ἐπὶ τὴν λύσιν ἐλθεῖν τοῦ ζητήματος. Εἰ γὰρ καὶ οὗτος ἐφίλει τὸν Πέτρον, κἀκεῖνος δειλὸς οὐκ ἦν καὶ ἄνανδρος, καὶ ἡ φιλονεικία καὶ ἡ ἀντίστασις οὐκ ἀπὸ ψυχῆς ἐγένετο, τί ποτέ ἐστι τὸ λεγόμενον; καὶ τίνος ἕνεκεν ταῦτα ᾠκονομεῖτο;