Ancient Greek · ~19 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Propter fornicationes autem unusquisque suam uxorem habeat 3.1
Not analysed yet
Καὶ Παύλου δὲ ἔστιν ἀκοῦσαι τοῦτο λέγοντος, ὅτι θανάτους ἀώρους πολλάκις ἁμαρτημάτων ἐποίησε πλῆθος. Διὰ τοῦτο γὰρ, φησὶν, ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγουσιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ. Καὶ γὰρ ταύτην ποτὲ νεκρὰν κειμένην περιστάντες οἱ τρεφόμενοι πένητες καὶ δακρύσαντες ἀνέστησαν, καὶ πρὸς ζωὴν ἐπανήγαγον. Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα. Ἐνταῦθα πρὸς μίαν ἡμέραν ἡ τέρψις, ἐκεῖ διηνεκὲς τὸ κέρδος. Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου. Πόσων στεφάνων ταῦτα σεμνότερα; πόσου χρησιμώτερα πλούτου; ὡς τά γε νῦν γινόμενα ἐσχάτης παραπληξίας καὶ παραφροσύνης ἐστίν. Εἰ γὰρ μηδὲ κόλασις, μηδὲ τιμωρία τις ἔκειτο τοῖς τὰ τοιαῦτα ἀσχημονοῦσιν, ἐννόησον ὅσης ἐστὶ τιμωρίας, ἀνέχεσθαι τοσαύταις πλυνομένους λοιδορίαις, δημοσίᾳ, πάντων ἀκουόντων, ὑπὸ ἀνθρώπων μεθυόντων καὶ διεφθαρμένων τὸν νοῦν. Οἱ μὲν γὰρ πένητες λαμβάνοντες εὐλογοῦσι, μυρία συνεύχονται τὰ ἀγαθά· ἐκεῖνοι δὲ μετὰ τὴν μέθην, μετὰ τὴν ἀδηφαγίαν, πάντα βόρβορον σκωμμάτων κατὰ τῆς τῶν γαμούντων καταχέουσι κεφαλῆς, ἅμιλλάν τινα διαβολικὴν πρὸς ἀλλήλους ἔχοντες· καὶ καθάπερ ἐχθρῶν ὄντων τῶν συνιόντων, οὕτως οἱ προσήκοντες αὐτοῖς φιλοτιμοῦνται πρὸς ἀλλήλους, ἐν τῷ ῥητὰ καὶ ἄῤῥητα λέγειν ὀνείδη περὶ τῶν γημάντων, μιμῆσαι τοὺς ἀντιτεταγμένους· καὶ ἡ πρὸς ἀλλήλους τούτων φιλονεικία μεθ' ὑπερβολῆς ἁπάσης τὸν νυμφίον μετὰ τῆς νύμφης καταισχύνεσθαι παρασκευάζει. Ἆρ' οὖν ἑτέραν ζητήσομεν ἀπόδειξιν, εἰπέ μοι, τῶν δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς ταῦτα καὶ γίνεσθαι καὶ λέγεσθαι παρ' αὐτῶν; Τίς οὖν ἀμφισβητήσει λοιπὸν, ὅτι δαιμόνων κινούντων τὰς ἐκείνων ψυχὰς καὶ λέγεται ταῦτα πάντα καὶ γίνεται παρ' ἐκείνων; Οὐκ ἔστιν οὐδείς· καὶ γὰρ τοιαῦται τοῦ διαβόλου αἱ ἀντιδόσεις, λοιδορίαι, καὶ μέθαι, καὶ παραφροσύνη ψυχῆς. Εἰ δέ τις οἰωνίζοιτο τὸ πένητας ἀντὶ τούτων εἰσάγεσθαι, καὶ συμφορᾶς λέγοι εἶναι σύμβολα ταῦτα, μαθέτω καὶ τοῦτο, ὅτι οὐ τὸ πένητας τρέφεσθαι καὶ χήρας, ἀλλὰ τὸ μαλακοὺς καὶ πόρνας, τοῦτο ἁπάσης ἀηδίας καὶ μυρίων ἐστὶ σύμβολον κακῶν. Πολλάκις γὰρ ἀπ' αὐτῆς τῆς ἡμέρας ἐκ τῶν φίλων τὸν νυμφίον αἰχμάλωτον λαβοῦσα ἀπῆλθεν ἡ πόρνη, καὶ τὸν ἔρωτα τὸν πρὸς τὴν νύμφην ἔσβεσε, καὶ τὴν εὔνοιαν ὑπέσυρε, καὶ τὴν ἀγάπην, πρὶν ἐξαφθῆναι, κατέλυσε, καὶ μοιχείας ἐγκατέβαλε σπέρματα. Ταῦτα δεδοικέναι τοὺς πατέρας ἐχρῆν, εἰ καὶ μηδὲν ἕτερον, καὶ κωλύειν τῶν μίμων καὶ τῶν ὀρχουμένων τὰς εἰς τοὺς γάμους παρουσίας. Γάμος γὰρ, οὐχ ἵνα ἀσελγῶμεν εἰσενήνεκται, οὐδ' ἵνα πορνεύωμεν, ἀλλ' ἵνα σωφρονῶμεν. Ἄκουσον γοῦν τοῦ Παύλου λέγοντος· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Δύο γὰρ ταῦτά ἐστι, δι' ἅπερ εἰσενήνεκται γάμος, ἵνα τε σωφρονῶμεν, καὶ ἵνα πατέρες γινώμεθα· τῶν δὲ δύο τούτων προηγουμένη ἡ τῆς σωφροσύνης ἐστὶ πρόφασις. Ἐπειδὴ γὰρ εἰσῆλθεν ἐπιθυμία, εἰσῆλθε καὶ γάμος τὴν ἀμετρίαν ἐκκόπτων, καὶ πείθων μιᾷ χρῆσθαι γυναικί. Τὰς γὰρ παιδοποιίας οὐχ ὁ γάμος ποιεῖ πάντως, ἀλλ' ἐκεῖνο τὸ ῥῆμα τοῦ Θεοῦ τὸ λέγον, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν· καὶ μαρτυροῦσιν ὅσοι γάμῳ μὲν ἐχρήσαντο, πατέρες δὲ οὐκ ἐγένοντο. Ὥστε προηγουμένη αὕτη ἡ αἰτία, ἡ τῆς σωφροσύνης, καὶ μάλιστα νῦν, ὅτε ἡ οἰκουμένη πᾶσα τοῦ γένους ἡμῶν ἐμπέπλησται. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ μνημόσυνον καὶ λείψανα καταλιμπάνειν ἕκαστον τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι παράκλησιν τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται μετὰ τὰς πολλὰς πληγὰς ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετο τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Ὄμοσόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Ἐπειδὴ δὲ λοιπὸν ἡ ἀνάστασις ἐπὶ θύραις, καὶ θανάτου λόγος οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ὁδεύομεν βελτίω τῆς οὔσης, περιττὴ ἡ περὶ ταῦτα σπουδή. Εἰ γὰρ παίδων ἐπιθυμεῖς, πολλῷ βελτίους καὶ χρησιμωτέρους δυνήσῃ κτήσασθαι νῦν, ὅτε πνευματικαί τινες ὠδῖνες εἰσήχθησαν, καὶ βελτίων τόκος, καὶ γηροκόμοι χρησιμώτεροι. Ὥστε μία τίς ἐστι γάμου πρόφασις, τὸ μὴ πορνεύειν, καὶ διὰ τοῦτο τὸ φάρμακον εἰσενήνεκται τοῦτο. Εἰ δὲ μέλλοις καὶ μετὰ γάμον κεχρῆσθαι πορνείαις, περιττῶς ἦλθες ἐπὶ τὸν γάμον, καὶ εἰκῆ καὶ μάτην· μᾶλλον δὲ οὐκ εἰκῆ καὶ μάτην μόνον, ἀλλὰ καὶ ἐπὶ βλάβῃ. Οὐ γάρ ἐστιν ἴσον οὐκ ἔχοντα γυναῖκα πορνεύειν, καὶ μετὰ γάμον πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐδὲ γὰρ πορνεία τὸ τοιοῦτο λοιπόν ἐστιν, ἀλλὰ μοιχεία. Εἰ γὰρ καὶ παράδοξόν ἐστι τὸ εἰρημένον, ἀλλ' ἀληθές.