Ancient Greek · ~11 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 3
Not analysed yet
Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Ψευδαπόστολοι πολλοὶ ἦσαν παρὰ τοῖς Κορινθίοις, διαφθείροντες αὐτοὺς, κατηγοροῦντες τοῦ Παύλου, ὑπορύττοντες αὐτοῦ τὴν δόξαν, ἢν παρὰ τοῖς μαθηταῖς εἶχεν, εἰς εἰρωνείαν αὐτὸν σκώπτοντες, ὡς ἀλαζόνος κατηγοροῦντες. Πρὸς τούτους καὶ διατεινόμενος πολλαχοῦ τῆς ἐπιστολῆς φαίνεται. Καὶ γὰρ ὅταν λέγῃ, Οὔκ ἐσμεν ὥσπερ οἱ λοιποὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν εἰπὼν, Ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ ὑποσχόμενος διαπαντὸς τοῦτον ἀκίνητον διατηρῆσαι τὸν νόμον (Ἔστι γὰρ, φησὶν, ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας), ἐν τῇ τῆς αἰτίας ἐπαγωγῇ ᾐνίξατο τοὺς μιαροὺς ἐκείνους οὕτως εἰπών· Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ἀλλ' ὃ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν· καὶ ἀνωτέρω δὲ τούτων παρακαλεῖ τοὺς μαθητὰς μὴ καταστῆσαι αὐτὸν εἰς ἀνάγκην τοῦ τὴν οἰκείαν ἐπιδεῖξαι δύναμιν αὐτοῖς, οὑτωσὶ λέγων· Δέομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Αὐτοὶ γὰρ οὗτοι, περὶ ὧν ταῦτά φησιν, εἰς εἰρωνείαν αὐτὸν διαβάλλοντες, οὕτως ἔλεγον, ὅτι αἱ μὲν ἐπιστολαὶ Παύλου πολὺν ἔχουσιν ὄγκον καὶ ῥημάτων ἀπόνοιαν, αὐτὸς δὲ οὐδαμινὸς καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος. Ἐπειδὰν γοῦν ἐνταῦθα παραγένηται, οὐδενὸς ἄξιος φαίνεται λόγου· ὅπερ οὖν καὶ αὐτὸ πάλιν ἐμφαίνων ἔλεγεν, Ἵνα δὲ μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Εἶτα αὐτοῖς ἐγκαλῶν τοῖς Κορινθίοις τοῖς ἀναπειθομένοις, φησίν· Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν, ἵν' ὑμεῖς ὑψωθῆτε; Καὶ ἀποδυόμενος δὲ τὸ ἔγκλημα αὐτὸ ἐκεῖνο πάλιν λέγει· Ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπεὶ οὖν πολλοὶ παρ' αὐτοῖς ἦσαν ψευδαπόστολοι, οὓς καὶ ἐργάτας δολίους καλεῖ, οὕτω λέγων· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· καὶ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ἐπεὶ οὖν οὗτοι μυρίας εὑρόντες κατ' αὐτοῦ διαβολὰς, τοὺς μαθητὰς ἔβλαπτον, οὑ τὴν προσήκουσαν περὶ αὐτοῦ πείθοντες αὐτοὺς ἔχειν δόξαν, ἀναγκάζεται λοιπὸν εἰς διήγησιν τῶν οἰκείων ἐγκωμίων ἐμπεσεῖν· οὐδὲ γὰρ ἦν τὸ σιγᾷν λοιπὸν ἀσφαλές. Ἐπεὶ οὖν μέλλει τοὺς οἰκείους ἄθλους ἡμῖν ἐξηγεῖσθαι, καὶ τὰς ἀποκαλύψεις, ἃς εἶδε, καὶ τοὺς μόχθους, οὓς ἐμόχθησε, βουλόμενος δεῖξαι πᾶσιν, ὅτι ἄκων καὶ βιαζόμενος τοῦτο ποιεῖ, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ἀφροσύνης αὐτὸ πρᾶγμα ἐκάλεσεν, οὕτως εἰπών· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ. Μέλλω, φησὶ, πρᾶγμα ἀνόητον ποιεῖν, καὶ ἐγκωμιάζειν καὶ ἐπαινεῖν· ἀλλ' οὐκ ἐγὼ τούτων αἴτιος, ἀλλ' οἱ εἰς τοιαύτην με ἀνάγκην ἐμβαλόντες· διὰ τοῦτο παρακαλῶ ὑμᾶς ἀνασχέσθαι, κἀκείνοις τὴν αἰτίαν λογίσασθαι.