Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 4
Not analysed yet
Καὶ ὅρα τὴν Παύλου σύνεσιν· εἰπὼν, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὴν διήγησιν τῶν ἐγκωμίων, ἀλλὰ μεταξὺ πάλιν ἐνθεὶς ῥήματα, οὕτω πώς φησιν· Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με. Καὶ οὐδὲ οὕτως ἥψατο τῆς διηγήσεως, ἀλλὰ πάλιν ἐπάγει καὶ λέγει· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ οὐδὲ μετὰ ταῦτα τὰ ῥήματα ἐτόλμησε καθεῖναι, ἀλλὰ πάλιν ὁρμήσας ἀνακρούεται καί φησιν· Ἐπειδὴ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Εἶτα πάλιν ἀναδύεται καὶ ὀκνεῖ, καὶ ἕτερά τινα εἰπὼν, πάλιν ἐπάγει· Ἐν ᾧ δ' ἄν τις τολμῶ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ τότε μόλις μετὰ τοσαύτας προδιορθώσεις κατετόλμησε τῆς διηγήσεως τῶν ἐγκωμίων. Καὶ καθάπερ ἵππος κρημνὸν ἀπότομον ὑπερβαίνειν μέλλων, ὁρμᾷ μὲν ὡς ὑπερβάλλεσθαι μέλλων, τὸ δὲ βάθος ἰδὼν ναρκᾷ καὶ συστέλλεται, εἶτα τὸν ἐπιβάτην ὁρῶν σφοδρότερον ἀναγκάζοντα, πάλιν ἐπιχειρεῖ, καὶ τὸ αὐτὸ τοῦτο πάσχει, καὶ τὴν ἀνάγκην ἐνδεικνύμενος καὶ τὴν βίαν, ἵσταται ἐπὶ πολὺ χρεμετίζων ἐπὶ τοῦ χείλους τῆς φάραγγος, ὅπως παραθαῤῥύνας ἑαυτὸν κατατολμήσῃ· οὕτω καὶ ὁ μακάριος Παῦλος καθάπερ ἐπὶ κρημνόν τινα μέλλων ἑαυτὸν ἀφιέναι, τῶν οἰκείων ἐγκωμίων τὴν διήγησιν, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἀναδύεται οὕτω λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τις με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με· καὶ, Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· καὶ πάλιν, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι· ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες· καὶ πάλιν, Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Καὶ μυριάκις ἑαυτὸν ἄφρονα καλέσας καὶ ἀνόητον, τότε μόλις ἐτόλμησεν ἐλθεῖν εἰς τοὺς ἐπαίνους τοὺς ἑαυτοῦ· Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· διάκονοι Χριστοῦ εἰσι; κἀγώ. Καὶ οὐδὲ ἐνταῦθα ἐπελάβετο ἑαυτοῦ, ἀλλὰ πάλιν τίθησι τὴν προδιόρθωσιν, οὕτως ἐπάγων· Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ μετὰ τὸ διηγήσασθαι πάντα αὐτοῦ τὰ ἐγκώμια, λέγει· Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ὡσεὶ ἔλεγεν, Ἐκείνων μοι λόγος οὐδεὶς ἦν, εἰ τὰ ὑμέτερα ἦν ἐῤῥωμένα, εἰ μὴ παρετρέπεσθε, μηδὲ ἐσαλεύεσθε. Καὶ γὰρ εἰ διαπαντὸς ἡμᾶς ἔλεγον ἐκεῖνοι κακῶς, οὐδεμία μοι βλάβη διὰ τῆς ἐκείνων ἐγίνετο κακηγορίας. Ἐπειδὴ δὲ εἶδον τὸ ποίμνιον διαφθειρόμενον, τοὺς μαθητὰς ἀποπηδῶντας, κατεφρόνησα φορτικοῦ πράγματος καὶ ἐπαχθοῦς, καὶ ἠναγκάσθην ἄφρων γενέσθαι, τὰ ἐμαυτοῦ λέγων ἐγκώμια δι' ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν.