Ancient Greek · ~11 min
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 7.1
Not analysed yet
Τοιοῦτον τῶν ἀποστόλων τὸ ἦθος ἦν, τοιοῦτον τῶν προφητῶν καὶ τῶν δικαίων ἁπάντων. Ὁ γοῦν Δαυῒδ τῆς μὲν ἁμαρτίας τῆς ἑαυτοῦ συνεχῶς ἐμέμνητο, τῶν δὲ κατορθωμάτων οὐδαμοῦ, πλὴν εἴ ποτε κατηναγκάσθη. Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρόβατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατεπτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν· ἀλλὰ τῇ πίστει πάντα τὰ βλεπόμενα ὑπερβὰς, καὶ πρὸς τὸν Βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ πολλῆς ἑαυτὸν ἐμπλήσας προθυμίας, προσῆλθε τοῖς στρατιώταις καὶ τοῖς ἀδελφοῖς, ἐπαγγελλόμενος ἀπαλλάσσειν αὐτοὺς τοῦ κατέχοντος κινδύνου. Ὡς δὲ ἐγέλασαν τὸ εἰρημένον οἱ ἀδελφοὶ (οὐ γὰρ ἑώρων τὸν ἔνδον αὐτὸν ἀλείφοντα Θεὸν, οὐδὲ τὴν ψυχὴν τὴν γενναίαν ἐκείνην, καὶ οὐρανομήκη, καὶ πολλῆς γέμουσαν φιλοσοφίας), καταλιπὼν ἐκείνους, πρὸς ἑτέρους ἀπῆλθεν. Ὡς δὲ πρὸς τὸν βασιλέα αὐτὸν εἰσήγαγον, καὶ εὗρεν αὐτὸν ἀποτεθνηκότα τῷ δέει, πρῶτον αὐτοῦ διανίστησι τὸ φρόνημα, οὕτω λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ' αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἐπειδὴ δὲ ἐκεῖνος ἠπίστει λέγων, Οὐ δυνήσῃ πορευθῆναι· σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ, ἐν ἀπορίᾳ ὢν λοιπὸν ὁ Δαυῒδ ἀναγκάζεται τὰ οἰκεῖα διηγεῖσθαι ἐγκώμια. Ὅτι γὰρ οὐκ ἐβούλετο, διὰ τῶν προτέρων ἔδειξεν, οὔτε πρὸς τοὺς ἀδελφοὺς εἰπών τι τῶν αὑτοῦ κατορθωμάτων, οὔτε πρὸς τοὺς στρατιώτας, ἀλλ' οὐδὲ πρὸς αὐτὸν τὸν βασιλέα, ἕως εἶδεν αὐτὸν ἀπιστοῦντα καὶ ἀγωνιῶντα καὶ κωλύοντα τὴν ἔφοδον τὴν κατ' ἐκείνου. Τί γὰρ ἔδει πρᾶξαι λοιπόν; σιγῆσαι τὰ ἐγκώμια; Ἀλλ' οὐκ ἂν ἐπέτρεψεν ἀπελθεῖν, οὐδὲ ἀπαλλάξαι τῶν κατεχόντων κινδύνων. Διὰ τοῦτο σιγήσας ἡνίκα ἔδει, ἐπειδὴ τὸν καιρὸν εἶδε καταναγκάζοντα εἰπεῖν, οὐκ ἔτι σιγᾷ, ἀλλά φησι πρὸς αὐτόν· Ποιμαίνων ἤμην ὁ δοῦλός σου ἐν τῷ ποιμνίῳ τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ἐξηρχόμην κατόπισθεν αὐτοῦ, καὶ ἐπάτασσον αὐτὸν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐκράτουν τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐθανάτουν αὐτόν· καὶ τὸν λέοντα καὶ τὴν ἄρκτον ἔτυπτεν ὁ δοῦλός σου· καὶ ἔσται ὁ ἀλλόφυλος οὗτος καὶ ἀπερίτμητος, ὡς ἓν τούτων. Ὁρᾷς πῶς ἐδήλωσε, τίνος ἕνεκεν εἶπε τὰ οἰκεῖα κατορθώματα; Τότε δὴ, τότε θαῤῥήσας ὁ βασιλεὺς λοιπὸν ἐκέλευσεν ἀπελθεῖν. Καὶ ἀπῆλθε, καὶ παρετάξατο, καὶ ἐνίκησεν. Εἰ δὲ μὴ ἐγκώμια εἶπεν, οὐκ ἂν αὐτῷ τὴν μονομαχίαν ἐκείνην ἐπίστευσεν ὁ βασιλεύς· μὴ πιστεύσας δὲ, οὐκ ἂν ἀφῆκεν αὐτὸν εἰς τὴν παράταξιν ἀπελθεῖν· μὴ ἀφεὶς δὲ, διεκώλυσεν ἂν τὸ κατόρθωμα· τοῦ δὲ κατορθώματος κωλυθέντος, οὔτε ὁ Θεὸς ἂν ἐδοξάσθη τότε, οὔτε ἡ πόλις τῶν ἐπικειμένων ἀπηλλάγη κινδύνων. Ἵν' οὖν μὴ τοσαῦτα γένηται ἄτοπα, μηδὲ οἰκονομίας μέγεθος κωλυθῇ τοσοῦτον, ἠναγκάσθη τοὺς οἰκείους ἄθλους εἰπεῖν ὁ Δαυΐδ. Ὥσπερ γὰρ σιγᾷν ἴσασιν, οὐδεμιᾶς οὔσης ἀνάγκης, οὕτω καὶ λέγειν ἐπίστανται, ἐπειδὰν πολλὴν ἴδωσι βίαν ἐπικειμένην.