Ancient Greek · ~8 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 6
Not analysed yet
Τὰ μὲν οὖν ἁμαρτήματα, καὶ μηδεμιᾶς οὔσης ἀνάγκης, ἐκπομπεύει καθ' ἑκάστην ἡμέραν ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ πάσαις, στηλιτεύων καὶ δῆλα ποιῶν οὐχὶ τοῖς τότε μόνον ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα ἐσομένοις πᾶσι· τὰ δὲ ἐγκώμια, καὶ ἀνάγκην οὖσαν ὁρῶν, ὅμως ὀκνεῖ καὶ ἀναδύεται διηγήσασθαι. Καὶ τοῦτο δῆλον μὲν ἐξ ὧν μυριάκις ἀφροσύνην τὸ πρᾶγμα ἐκάλεσε, δῆλον δὲ καὶ ἀπὸ τοῦ χρόνου παντὸς, ὃν ἐσίγησε τὴν θαυμαστὴν καὶ θείαν ἀποκάλυψιν ἐκείνην· οὐ γὰρ δὴ τότε, οὐδὲ πρὸ δύο καὶ τριῶν καὶ δέκα ἐτῶν, ἀλλὰ πολλῷ πλειόνων ἦν αὐτὴν ἑωρακώς. Διὰ τοῦτο καὶ τὸν χρόνον αὐτὸν τίθησιν οὕτω λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ· ἵνα σὺ μάθῃς, ὅτι οὐκ ἂν οὐδὲ τότε ἐφθέγξατο, εἰ μὴ πολλὴν εἶδεν ἀνάγκην ἐπικειμένην. Εἰ γὰρ ἐβούλετο τοὺς οἰκείους ἐπαίνους διεξιέναι, εὐθέως ἂν αὐτὴν εἶπεν, ὅτε εἶδεν, ἢ τῷ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ ἔτει· νυνὶ δὲ ἔτη δεκατέσσαρα ἐκαρτέρησε καὶ ἐσίγησε καὶ πρὸς οὐδένα ἐξεῖπεν, ἀλλὰ πρὸς Κορινθίους μόνον. Καὶ πότε; Ὅτε τοὺς ψευδαποστόλους εἶδεν ἐπιφυέντας, δεικνὺς ὅτι οὐδ' ἂν τότε ἐφθέγξατο, εἰ μὴ τοσαύτην ἑώρα διαφθορὰν ἐν τοῖς μαθηταῖς γενομένην. Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν ποιοῦμεν· τῶν μὲν ἁμαρτημάτων οὐδὲ μίαν μεμνήμεθα ἡμέραν, ἀλλὰ κἂν ἑτέρων μνησθέντων ἀκούσωμεν, ἀγανακτοῦμεν, δυσχεραίνομεν, ὕβριν τὸ πρᾶγμα λογιζόμεθα, μυρίαις αὐτοὺς πλύνομεν λοιδορίαις· εἰ δέ τι μικρὸν ἐργασώμεθα ἀγαθὸν, τοῦτο συνεχῶς στρέφομεν, καὶ τοῖς μεμνημένοις αὐτὸ χάριν ἴσμεν, καὶ φίλους τοὺς τοιούτους εἶναι νομίζομεν· καίτοι γε ὁ Χριστὸς τὸ ἐναντίον ἐπέταξε, κατορθωμάτων μὲν ἐπιλελῆσθαι, ἁμαρτημάτων δὲ μεμνῆσθαι. Καὶ τοῦτο δῆλον μὲν ἡμῖν ἐποίησε καὶ δι' ὧν τοῖς μαθηταῖς παρῄνει λέγων· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· καὶ διὰ τῆς τοῦ Φαρισαίου παραβολῆς, τὸν τελώνην αὐτοῦ προθείς. Ὥσπερ γὰρ τοῦτον ἡ μνήμη τῶν ἁμαρτημάτων ἐδικαίωσεν, οὕτως ἐκεῖνον ἡ μνήμη τῶν κατορθωμάτων ἀπώλεσε. Καὶ Ἰουδαίοις δὲ ὁ Θεὸς τὰ αὐτὰ δὴ ταῦτα παραινεῖ, λέγων οὕτως· Ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνήσθητι.