Ancient Greek
Pg 324
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In infirmos [Sp.] 324
Not analysed yet
καὶ τὸ φῶς αὐτὸν χαρισάμενος, ὁ τὸν πάγκαλον Ἰωσὴφ ἐξ ἀδελφοκτόνων καὶ πονηρῶν πραθέντα κακῶς διασώσας, ὁ τὸν πάνσοφον Δαυὶδ καὶ θαυμαστὸν προφήτην ἐκ χειρὸς Σαοὺλ διασώσας· αὐτὸς καὶ τὴν δούλην σου τὴν ἐν ἀσθενείᾳ κατακειμένην καὶ τοῦ ἐλέους σου ἐπιδεομένην ἐλέησον, οἴκτειρον, ἀνάστησον, διαφύλαξον ἀπὸ παντὸς κακοῦ ἀπόστησον. ὁ τὸν δικαιότατον Δανιὴλ τὸν προφήτην ἐκ τῆς φοβερᾶς τῶν λεόντων ἁρπαγῆς διασώσας, ὁ τὸν Ἱερεμίαν ἐκ τοῦ ζωφεροῦ καὶ σκοτεινοῦ λάκκου ἀφαρπάσας, ὁ τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαὴλ ἐκ τῆς ἑπτακαύστου καμίνου διασώσας καὶ τὸ πῦρ εἰς δρόσον μεταβαλών· αὐτὸς καὶ τὴν δούλην σου τῆς συνεχούσης ὀδύνης ἀπάλλαξον. ὁ τῶν τυφλῶν τὰ ὄμματα φωτίσας, ὁ τῶν λεπρῶν τὰς σάρκας καθαρίσας, ὁ τοὺς νεκροὺς ἀναστήσας· αὐτὸς ἀνάστησον, αὐτὸς ζωοποίησον καὶ μὴ ἀποδώσῃς ἡμῖν κατὰ τὰς ἁμαρτίας ἡμῶν. ὁ τὸν παράλυτον λόγῳ συσφίγξας, ὁ τὴν αἱμοῤῥοῦσαν ἰασάμενος, ὁ τὸν λεγεῶνα θεραπεύσας· αὐτός, Δέσποτα, παρακλήθητι παρακαλῶ, δυσωπήθητι παραινῶ, σπλαγχνίσθητι ἱκετεύω ὡς μακρόθυμος, μή με κατάγῃς εἰς ᾅδου ζῶντα, ἀλλ' αὐτός με ἀνάστησον τῇ ἀοράτῳ σου καὶ πνευματικῇ δεξιᾷ. Ἅγιοι τρεῖς παῖδες οἱ τὴν κάμινον σβέσαντες, ἅγιοι ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ οἱ ἐκ τῶν νεκρῶν ἀναστήσαντες, βοηθήσατε, ἅγιοι ἐννέα μάρτυρες οἱ ἐν Κυζίκῳ θαυματουργοῦντες, ἅγιοι δέκα μάρτυρες οἱ ἐν τῇ Κρήτῃ τελειωθέντες, ἅγιοι τεσσαράκοντα μάρτυρες οἱ ἐν Σεβαστείᾳ θαυματουργοῦντες, ἅγιοι τριάκοντα καὶ τρεῖς μάρτυρες ἀπὸ Ῥώμην, ἅγιοι τριακόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι πατέρες οἱ ἐν Νικαίᾳ τῇ πόλει θαυματουργοῦντες, ἅγιοι οἱ μύριοι ἄνδρες οἱ ἐν Θεολόγῳ (sic) τελειωθέντες. ἅγιε Θεράπων ἀπὸ Σμύρνην, ἅγιε Παρθένιε ἀπὸ Λάμψακον, ἅγιε Ἰουλιανὲ ἀπὸ Καισαρίαν, ἅγιε Λεόντιε ἀπὸ Τρίπολιν, ἅγιε Δημήτριε ἀπὸ Θεσσαλονίκην, ἅγιε Γεώργιε ἀπὸ Καππαδοκίαν, ἅγιοι ἀνάργυροι Κωσμᾶ καὶ Δαμιανὲ καὶ Παντελεήμων, Κύρε καὶ Ἰωάννη, Σαμψὼν καὶ Διομήδους (sic), Φλόρε καὶ Λαῦρε καὶ Ἑρμόλαε. ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμολογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντες καὶ πρὸς τὴν πατρίδα αὐτῆς ἀπαγαγόντες. ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον, ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι