Ancient Greek
Pg 325
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In infirmos [Sp.] 325
Not analysed yet
ἀνάργυροι προφθάσατε, ἅγιε Παντελεήμων ἀρχιατρὲ ἐπισκίασον, ἅγιοι Κύρε καὶ Ἰωάννη προφθάσατε, ἅγιε Ἀγαπητὲ ἀπὸ Συναώ, ἅγιε Ἰωάννη Θεολόγε, ἅγιε Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ Δαμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα, ἅγιε Βασίλειε ἀπὸ Καισαρίαν, ἅγιε Ἐπιφάνιε ἀπὸ Κύπρον, ἅγιε Ἰωάννη Χρυσόστομε, ἅγιε Θύρσε, Λεύκιε καὶ Φιλήμων, ἅγιε Ἀλύπιε καὶ Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀναστασία φαρμακολύτρια, ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ Κωνσταντινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προφῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνάμεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶ ἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν· πυρετόν, ἐσωπύρετον, ῥίγους κραταιοῦ, ῥίγους βραχέος, ῥίγους λυμαντικοῦ, νόσος βλαβερά, νόσος χαλεπή, νόσος δεινὴ προσγινομένη, ἐπιπεμπτικὴ καὶ πεποιημένη. ἐξορκίζω ὑμᾶς τὰς οβʹ ἀσθενείας, ἃς ἔχει ὁ ἄνθρωπος, ἀναχωρεῖν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν, μὴ ἀπὸ οὐρανοῦ κατῆλθεν ἡ ἀσθένεια ἢ ἀπὸ ἀστέρων ἢ ἀπὸ ἡλίου ἢ σελήνης, μὴ ἀπὸ ζώφου νεφέλης, μὴ ἀπὸ κρυεροῦ ἀέρος, μὴ ἀπὸ βροντῆς ἢ ἀπὸ ἀστραπῆς κατῆλθε, μὴ ἀπὸ σεισμοῦ ἢ κτύπου καὶ συμπτωμάτων, μὴ ἀπὸ ὀρέων κοιλάδων ἢ φάραγξ ἢ πλαγίων, μὴ ἀπὸ βουνοῦ ἢ κάμπου ἢ πεδίων, μὴ ἀπὸ λίθου ἢ ὕδατος ἢ πηγῆς ἢ ὁδοῦ ἢ ποταμοῦ ἢ χώρας ἢ ἀγροῦ ἢ περιβολίου, μὴ ἐν κήπῳ ἢ ἐν παραδείσῳ, μὴ ἐν διόδοι(ς) ἢ ἐν τριόδοι(ς), μὴ ἐν εἰσόδοις ἢ ἐν ἐξόδοις, μὴ ἐν αὐλῇ λουτροῦ ἢ φούρνου ἢ τρωχάλου, μὴ ἐν θύρᾳ ἢ ἐν θυρίδι ἢ ἀνωγέων ἢ κατωγέων ἢ αὐλῆς ἢ ἁλωνίου, καὶ ἦλθες πειρᾶσαι τὴν δούλην τοῦ θεοῦ. μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περιεποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων