Ancient Greek
Pg 326
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In infirmos [Sp.] 326
Not analysed yet
αἰσχρῶν ὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμφορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτικὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φασματικὸν ἢ καλὶς τῶν ὀρέων, μὴ ὀνοσκελιακὸν ἢ νεραΐδων, μὴ τῶν ἐν ζώφῳ ἀέρων πετωμένων καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ. μὴ κεφαλόπονον ἢ ὀφθαλμόπονον ἢ ὀδοντόπονον ἢ στηθόπονον ἢ φρενόπονον ἢ χειρόπονον. μὴ δυσουρίας ἢ τρισουρίας ἢ ἐνσόχασιν ἢ ἐξόχασιν ἢ ὑστέρα(ν) ἢ στρόφου ἢ ἀρμόπονον ἢ τζίρματος ὀμαλικὸν ἢ ἄϋπνον ἢ πολύϋπνον. ἐξορκίζω ὑμᾶς εἴ τι ἄν ἐστιν ἀδικῶν τὴν δούλην τοῦ θεοῦ· ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη ὅπου ἂν εἷσαι κατακείμενον καὶ ἀδικῶν τὴν δούλην τοῦ θεοῦ. ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη μὴ ἐν τρίχεσι κεφαλῆς, μὴ ἐν μυελοῦ κάρας, μὴ ἐν κρανίου ἢ ἡμικράνου, μὴ ἐν μετώποις ἢ κροτάφοις ἢ βλεφάροις ἢ φρεσίν, μὴ ἐν μυκτήραις ἢ ὠτίοις, μὴ ἐν στόμασιν ἢ μύλεσιν ἢ χείλεσιν ἢ ὀδοντίοις, μὴ ἐν τραχήλοις ἢ ὠμοπλάταις χειρῶν, μὴ ἐν στήθοις ἢ φλεγμονίοις ἢ καρδίᾳ καὶ πᾶσα ὑγρίς, μὴ ἐν ῥάχεσι καπούλοις ἢ ὀμφαλοῖς καὶ ὑπογάστροις, μὴ ἐν γόνασι ποδῶν ἢ ἀστραγάλοις ἢ δακτύλοις καὶ ὀνύχοις ὅπου ἐὰν κατακείμενον καὶ ἀδικῶν καὶ ἐμφωλεῦον αὐτῇ, ἀναχώρησον καὶ ἄπελθε ἐπὶ τὰς τῶν ποιησάντων κεφαλὰς καὶ ἐπιπέμψαντα καὶ τῶν συνειδότων, μήτε ξένος ἐποίησεν ἢ ἴδιος ἢ παραδότης ἢ δοῦλος ἢ ἐλεύθερος, μὴ φαρμακοπάοιδος, μὴ γυλοῦ ἢ στρίγγος ἢ στρίγγα ἢ φθονερὸς ἄνθρωπος. ἐξορκίζω ὑμᾶς, πάντα τὰ ἀκάθαρτα παθήματα, κατὰ τοῦ μεγάλου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἀχράντου αὐτοῦ κορυφῆς καὶ κατὰ τῆς κραταιᾶς αὐτοῦ δεξιᾶς, ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ. ὁρκίζω σε κατὰ τοῦ κρεμάσαντος τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁρκίζω σε κατὰ τοῦ θεμελιώσαντος τοὺς οὐρανοὺς ἐν ἀβάτοις εἰλίξιν, ὁρκίζω σε εἰς τὸν θρόνον τοῦ θεοῦ τὸν ἀσάλευτον, ὁρκίζω σε κατὰ τῶν μακαρίων δυνάμεων καὶ ἀΰλων ταγμάτων, ὁρκίζω σε κατὰ τῶν τεσσάρων ἀρχαγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαήλ, ὁρκίζω σε κατὰ τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων τῶν λειτουργούντων τὸν θρόνον τοῦ θεοῦ, ὁρκίζω σε κατὰ τῶν δώ-