Ancient Greek · ~20 min
Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-78
Not analysed yet
Τὴν ὀδυνωμένην ψυχὴν καὶ ὑπὸ ἀθυμίας κατεχομένην πολλῆς οὐδὲν οὕτως εἴωθε καταβάλλειν, ὡς τὰ τὴν λύπην τίκτοντα ῥήματα στρεφόμενα συνεχῶς. Τί δήποτε οὖν ὁ Χριστὸς εἰπὼν, Ὑπάγω, καὶ, Οὐκ ἔτι λαλήσω μεθ' ὑμῶν, συνεχῶς τὰ αὐτὰ στρέφει, λέγων· Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με· καὶ, Ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με; Ὅτε γὰρ αὐτοὺς ἀνεκτήσατο διὰ τῶν περὶ τοῦ Πνεύματος λόγων, τότε πάλιν αὐτῶν καταβάλλει τὰ φρονήματα. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Βασανίζει τὴν διάνοιαν, καὶ δοκιμωτέραν ἐργάζεται, καὶ συνεθίζει καλῶς αὐτοὺς ἐν τῇ τῶν λυπηρῶν ἀκροάσει γενναίως ἐνεγκεῖν αὐτοῦ τὸν χωρισμόν. Οἱ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο μελετήσαντες, ἔμελλον καὶ ἐν τοῖς πράγμασιν αὐτὸ ῥᾳδίως οἴσειν λοιπόν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ αὐτὸ τοῦτο παραμυθία ἐστὶ, τὸ εἰπεῖν, ὅτι Πρὸς τὸν Πατέρα ἀπέρχομαι. Τοῦτο γὰρ δηλοῦντος ἦν, ὅτι οὐκ ἀπολεῖται, ἀλλὰ μετάστασίς τίς ἐστιν αὐτοῦ ἡ τελευτή. Καὶ ἑτέραν παραμυθίαν αὐτοῖς ἐνέθηκεν. Οὐ γὰρ εἶπε, Μικρὸν, καὶ οὐκ ἔτι θεωρεῖτέ με, μόνον· ἀλλὰ καὶ προσέθηκε· Μικρὸν, καὶ ὄψεσθέ με, δηλῶν ὅτι καὶ ἐπανήξει, καὶ πρὸς ὀλίγον ἔσται ὁ χωρισμὸς, καὶ διηνεκὴς ἡ μετ' αὐτῶν συνουσία. Τοῦτο μέντοι οὐ συνεῖδον. Ὅθεν καὶ εἰκότως ἄν τις θαυμάσειε, πῶς πολλάκις ταῦτα ἀκούοντες, ὡς μηδὲν ἀκηκοότες οὕτως ἀμφιβάλλουσι. Πόθεν οὖν οὐ συνίεσαν; Ἢ διὰ τὴν λύπην, ὡς ἔγωγε οἶμαι (αὕτη γὰρ ἐξέβαλλε τῆς διανοίας αὐτῶν τὰ λεγόμενα), ἢ διὰ τὴν ἀσάφειαν τῶν λεγομένων. Διὸ καὶ ἔδοξεν αὐτοῖς δύο ἐναντία τιθέναι, οὐκ ὄντα ἐναντία. Εἰ γὰρ ὀψόμεθά σε, φησὶ, ποῦ ὑπάγεις; εἰ δὲ ὑπάγεις, πῶς ὀψόμεθά σε; Διὰ τοῦτο λέγουσιν, Οὐκ οἴδαμεν τί λαλεῖ. Ὅτι μὲν γὰρ ἀπιέναι ἔμελλεν, ᾔδεσαν· ἠγνόουν δὲ ὅτι μετὰ μικρὸν ἥξει πρὸς αὐτούς. Διὰ δὴ τοῦτο καὶ ἐπιτιμᾷ αὐτοῖς, ὅτι οὐ συνεῖδον τὸ λεγόμενον. Βουλόμενος γὰρ αὐτοῖς ἐμπῆξαι τὸ περὶ τοῦ θανάτου δόγμα, τί φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὅπερ ἦν τοῦ θανάτου καὶ τοῦ σταυροῦ· Ὁ δὲ κόσμος χαρήσεται. Ἐπειδὴ γὰρ διὰ τὸ μὴ βούλεσθαι ταχέως ἐπέτρεχον τῷ πιστεύειν, ὅτι οὐκ ἀποθανεῖται, εἶτα ἀκούσαντες ὅτι ἀποθανεῖται, ἀμφέβαλλον οὐκ εἰδότες τί ποτέ ἐστι τὸ, Μικρόν· φησί· Κλαύσετε καὶ θρηνήσετε· ἀλλ' ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα δεικνὺς, ὅτι μετὰ τὴν λύπην χαρὰ γίνεται, καὶ ὅτι ἡ λύπη τίκτει τὴν χαρὰν, καὶ ὅτι αὕτη μὲν βραχεῖα, ἡ δὲ ἡδονὴ ἀπέραντος, ἐπὶ παράδειγμα ἦλθε κοσμικόν· καὶ τί φησιν; Ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει. Καὶ κέχρηται παραβολῇ, ᾗ καὶ οἱ προφῆται, συνεχῶς τῇ ὑπερβολῇ τῶν ὠδίνων τὰς ἀθυμίας παραβάλλοντες. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὠδῖνες λήψονται ὑμᾶς· ἀλλ' ἡ ὠδὶς τοῦ τόκου γίνεται χαρᾶς αἰτία· ἅμα καὶ τὸν περὶ ἀναστάσεως πιστούμενος λόγον, καὶ δεικνὺς ὅτι τὸ ἐντεῦθεν ἀπελθεῖν ὅμοιόν ἐστι τῷ ἀπὸ μήτρας ἀπελθεῖν εἰς λαμπρὸν φῶς· ὡσανεὶ ἔλεγε· Μὴ θαυμάσητε ὅτι διὰ λύπης τοιαύτης ἐπὶ τὰ συμφέροντα ὑμᾶς ἄγω· ἐπεὶ καὶ ἡ μήτηρ ἐπὶ τὸ γενέσθαι μήτηρ οὕτως ἔρχεται διὰ λύπης. Αἰνίττεται δὲ ἐνταῦθα καί τι μυστικόν· ὅτι ἔλυσεν αὐτὸς τοῦ θανάτου τὰς ὠδῖνας, καὶ νέον ἄνθρωπον ἀπογεννηθῆναι πεποίηκε. Καὶ οὐκ εἶπεν, ὅτι παρελεύσεται ἡ θλίψις μόνον, ἀλλ' οὐδὲ μέμνηται αὐτῆς· τοσαύτη ἡ διαδεχομένη χαρά. Οὕτω καὶ τοῖς ἁγίοις ἔσται. Καὶ μὴν οὐ διὰ τοῦτο χαίρει ἡ γυνὴ, ὅτι ἦλθεν ἄνθρωπος εἰς τὸν κόσμον, ἀλλ' ὅτι αὐτῇ παιδίον ἐτέχθη. Ἐπεὶ εἰ διὰ τοῦτο ἔχαιρεν, οὐδὲν ἐκώλυε καὶ ἐφ' ἑτέρᾳ γυναικὶ τικτούσῃ τὰς μὴ τικτούσας χαίρειν. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν; Ὅτι εἰς τοῦτο μόνον παρέλαβε τὸ ὑπόδειγμα, εἰς τὸ δεῖξαι πρόσκαιρον μὲν τὴν λύπην, διηνεκῆ δὲ τὴν χαράν· καὶ εἰς τὸ μετάστασιν εἶναι πρὸς ζωὴν, καὶ εἰς τὸ μέγα τῶν ὠδίνων τὸ κέρδος. Καὶ οὐκ εἶπεν, Ἐτέχθη παιδίον, ἀλλ' ὅτι Ἄνθρωπος. Ἐνταῦθα γάρ μοι τὴν ἀνάστασιν αἰνίττεται τὴν αὐτοῦ, καὶ ὅτι οὐκ ἐκείνῳ τῷ ὠδίναντι θανάτῳ, ἀλλὰ τῇ βασιλείᾳ τίκτεσθαι ἔμελλε. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐγεννήθη αὐτῇ παιδίον, ἀλλ', Ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Καὶ ὑμεῖς οὖν νῦν μὲν λυπηθήσεσθε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. Εἶτα ὅτι οὐκ ἔτι ἀποθανεῖται δηλῶν, φησί· Καὶ οὐδεὶς αὐτὴν αἴρει ἀφ' ὑμῶν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Πάλιν οὐδὲν ἄλλο κατασκευάζει διὰ τούτων, ἢ ὅτι ἀπὸ τοῦ Θεοῦ ἐστι. Τότε γὰρ εἴσεσθε πάντα λοιπόν. Τί δέ ἐστιν, Ἐμὲ οὐκ ἐρωτήσετε; Οὐ δεήσεσθε μεσίτου, ἀλλ' ἀρκεῖ τὸ ὄνομα μόνον εἰπόντας πάντα λαβεῖν. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι, ὅσα ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου. Δείκνυσι τοῦ ὀνόματος τὴν δύναμιν, εἴ γε μὴ ὁρώμενος μηδὲ παρακαλούμενος, ἀλλ' ὀνομαζόμενος μόνον, καὶ παρὰ τῷ Πατρὶ ποιεῖ θαυμαστούς. Ποῦ δὴ τοῦτο γέγονεν; Ἔνθα λέγουσιν· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου, καὶ ποιεῖν ἐν τῷ ὀνόματί σου σημεῖα. Καὶ ἐσείσθη ὁ τόπος ἔνθα ἦσαν. Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδέν. Ἐντεῦθεν δείκνυσιν. ὅτι συμφέρει πάλιν αὐτὸν ἀπελθεῖν, εἴ γε ἕως τότε οὐδὲν ᾔτησαν, τότε δὲ λήψονται πάντα ὅσα ἂν αἰτήσωσι. Μὴ γὰρ, ἐπειδὴ λοιπὸν οὐ συνέσομαι ὑμῖν, νομίσητε ἐγκαταλελεῖφθαι· τὸ ὄνομά μου μείζονα ὑμῖν δώσει παῤῥησίαν.