Ancient Greek · ~13 min
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-4
Not analysed yet
Πῶς δὲ καὶ ζωὴ ὢν, ἦν ποτε ὅτε οὐκ ἦν; Τὴν γὰρ ζωὴν ἀεί τε εἶναι, καὶ ἀνάρχως εἶναι καὶ ἀτελευτήτως πάντες ἂν ὁμολογήσαιεν, εἴπερ ὄντως εἴη ζωὴ, ὥσπερ οὖν καὶ ἔστιν. Εἰ δὲ ἔστιν ὅτε οὐκ ἔστι, πῶς ἂν εἴη ζωὴ τῶν ἄλλων, αὐτή ποτε οὐκ οὖσα; Πῶς οὖν, φησὶν, ἀρχὴν ἔθηκεν ὁ Ἰωάννης εἰπὼν, Ἐν ἀρχῇ ἦν; Τῷ, Ἐν ἀρχῇ, προσέσχες, καὶ τῷ, Ἦν, εἰπέ μοι· καὶ τὸ, Ὁ Λόγος ἦν, οὐκ ἐννοεῖς; Τί δὲ, ὅταν περὶ τοῦ Πατρὸς ὁ Προφήτης λέγῃ· Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ἆρα ὅρους αὐτῷ τιθεὶς οὕτω φησίν; Οὐδαμῶς, ἀλλὰ τὸ ἀΐδιον δηλῶν. Οὕτω τοίνυν καὶ ἐνταῦθα νόει. Οὐ γὰρ ὅρους τιθεὶς, τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ εἶπεν, ἀρχὴν ἔσχεν, ἀλλ', Ἐν ἀρχῇ ἦν, διὰ τοῦ, Ἦν, παραπέμπων σε ἐπὶ τὸ ἄναρχον ἐννοεῖν τὸν Υἱόν. Ἀλλ' ἰδοὺ, φησὶν, ὁ Πατὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται, ὁ δὲ Υἱὸς χωρὶς ταύτης. Τί οὖν, ὅταν ὁ Ἀπόστολος λέγῃ. Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Ὁ ὢν ἐπὶ πάντων Θεός; ἰδοὺ γὰρ ἐνταῦθα χωρὶς τοῦ ἄρθρου τοῦ Υἱοῦ ἐμνημόνευσε. Ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Πατρός. Τοῖς γοῦν Φιλιππησίοις ἐπιστέλλων, οὕτω φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ Ῥωμαίοις δὲ πάλιν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἄλλως τε καὶ περιττὸν ἦν ἐνταῦθα αὐτὸ προστεθῆναι, ἄνω συνεχῶς προστεθὲν τῷ λόγῳ. Ὥσπερ γὰρ περὶ τοῦ Πατρὸς λέγων φησὶ, Πνεῦμα ὁ Θεός· καὶ οὐκ ἐπειδὴ τῷ Πνεύματι τὸ ἄρθρον οὐ πρόσκειται, οὐκ ἀθετοῦμεν διὰ τοῦτο τὸ ἀσώματον τοῦ Θεοῦ· οὕτω καὶ ἐνταῦθα, κἂν μὴ πρόσκειται τῷ Υἱῷ τὸ ἄρθρον, οὐ διὰ τοῦτο ἥττων Θεὸς ὁ Υἱός. Τί δήποτε; Θεὸν γὰρ καὶ Θεὸν εἰπὼν, οὐκ ἐμφαίνει τι μέσον ἡμῖν τῆς θεότητος ταύτης, ἀλλὰ καὶ τοὐναντίον. Προειπὼν γὰρ, Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵνα μὴ νομίσῃ τις ἐλάττονα εἶναι τὴν θεότητα τοῦ Υἱοῦ, εὐθέως αὐτοῦ καὶ τὰ γνωριστικὰ τῆς γνησίας τίθησι θεότητος, τό τε ἀΐδιον ἀναλαβών. Οὗτος γὰρ ἦν, φησὶν, ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ τὸ δημιουργικὸν προστιθείς· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν· ὃ μάλιστα καὶ ὁ Πατὴρ αὐτοῦ διὰ τῶν προφητῶν ἁπανταχοῦ τῆς οὐσίας τῆς αὐτοῦ γνωριστικὸν εἶναί φησι. Καὶ συνεχῶς τοῦτο τῆς ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ πάλιν· Ἐγὼ τῇ χειρί μου ἐξέτεινα τὸν οὐρανόν· καὶ δεικνὺς θεότητος εἶναι δηλωτικὸν, πανταχοῦ αὐτὸ τίθησιν. Αὐτὸς δὲ ὁ εὐαγγελιστὴς οὐδὲ τούτοις ἠρκέσθη τοῖς ῥήμασιν, ἀλλὰ καὶ ζωὴν αὐτὸν ἐκάλεσε καὶ φῶς. Εἰ τοίνυν ἀεὶ μετὰ τοῦ Πατρὸς ἦν, εἰ πάντα αὐτὸς ἐδημιούργησε, εἰ πάντα αὐτὸς παρήγαγε καὶ συγκροτεῖ (τοῦτο γὰρ διὰ τῆς ζωῆς ᾐνίξατο), εἰ πάντα φωτίζει· τίς οὕτως ἀνόητος, ὡς εἰπεῖν, τὸν εὐαγγελιστὴν διὰ τούτων ἐσπουδακέναι ἐλάττωσιν θεότητος εἰσηγήσασθαι, δι' ὧν μάλιστα ἰσότητα καὶ ἀπαραλλαξίαν ἐνδείξασθαι δυνατόν ἐστι; Μὴ δὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ γὰρ καὶ περὶ οὐρανῶν λέγοιεν τοῦτο εἰρῆσθαι, ἀλλ' ὅμως ἐν τῷ περὶ τούτων λόγῳ παντελῶς ἀπεῖπε τὸ μὴ δεῖν κτίσει λατρεύειν, ὡς Ἑλληνικὸν ὄν.