Ancient Greek · ~15 min
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-3
Not analysed yet
Μὴ τοίνυν ταύτῃ ὑποβάλωμεν αὐτοὺς τῇ ἀρᾷ. Διὰ τοῦτο ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ταύτης ἡμᾶς ἀπαλλάξῃ τῆς λατρείας· διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ ταύτης· διὰ τοῦτο ἐνεπτύσθη, διὰ τοῦτο ἐῤῥαπίσθη, διὰ τοῦτο θάνατον ὑπέμεινε τὸν ἐπονείδιστον. Μὴ δὴ ταῦτα πάντα ἀνόνητα ποιῶμεν, μηδὲ πάλιν ἐπὶ τὴν προτέραν ἐπανερχώμεθα ἀσέβειαν, μᾶλλον δὲ ἐπὶ πολλῷ χαλεπωτέραν. Οὐ γάρ ἐστιν ἴσον τῇ κτίσει λατρεύειν, καὶ αὐτὸν τὸν Δημιουργὸν εἰς κτίσεως κατάγειν εὐτέλειαν, τό γε εἰς ἡμᾶς ἧκον. Αὐτὸς γὰρ μένει τοιοῦτος ὢν οἷός ἐστι. Σὺ γὰρ ὁ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Δοξάζωμεν οὖν αὐτὸν, ὥσπερ παρελάβομεν παρὰ τῶν πατέρων· δοξάζωμεν αὐτὸν, καὶ διὰ πίστεως καὶ δι' ἔργων. Οὐδὲν γὰρ ὄφελος ἡμῖν εἰς σωτηρίαν δογμάτων ὑγιῶν, διεφθαρμένης ἡμῖν τῆς ζωῆς. Διὸ ῥυθμίσωμεν αὐτὴν πρὸς τὸ τῷ Θεῷ δοκοῦν, αἰσχρότητος ἁπάσης, ἀδικίας, πλεονεξίας πόῤῥω καθιστῶντες ἑαυτοὺς, ὡς ξένοι καὶ παρεπίδημοι, καὶ τῶν ἐνταῦθα ἀλλότριοι. Κἂν χρήματά τις ἔχῃ πολλὰ καὶ κτήματα, οὕτως αὐτοῖς κεχρήσθω, ὡς πάροικος καὶ μικρὸν ὕστερον αὐτῶν ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα. Μιᾶς γὰρ ἡμῖν πλέον οὐκ ἔδωκεν ὁ Ἀπόστολος ἡμέρας τῇ ὀργῇ καταχρήσασθαι· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ εἰκότως· ἀγαπητὸν γὰρ καὶ ἐν οὕτω βραχεῖ καιρῷ μηδὲν γενέσθαι ἀηδές. Εἰ δὲ καὶ ἡ νὺξ καταλάβοι, δεινότερα γίνεται τὰ γεγενημένα, μυρίου πυρὸς ἀπὸ τῆς μνήμης ἡμῖν συλλεγομένου, καὶ κατὰ σχολὴν πικρότερον ἡμῶν ἐξεταζόντων αὐτά. Πρὶν οὖν τῆς ὀλεθρίας ταύτης ἐπιλαβέσθαι σχολῆς, καὶ σφοδροτέραν ἀνάψαι τὴν πυρὰν, κελεύει προκαταλαμβάνειν καὶ σβεννύναι τὸ δεινόν. Ὀξὺ γὰρ τὸ πάθος ἐστὶ τῆς ὀργῆς, καὶ φλογὸς ἁπάσης ὀξύτερον. Διὸ πολλοῦ δεῖ τοῦ τάχους ἡμῖν εἰς τὸ προκαταλαβεῖν τὴν φλόγα, καὶ μὴ συγχωρῆσαι πρὸς ὕψος ἀρθῆναι. Καὶ γὰρ πολλῶν οὕτως αἴτιον γίνεται κακῶν τὸ νόσημα τοῦτο. Οἰκίας γοῦν ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο ἐν βραχεῖ καὶ ἀκαριαίῳ χρόνῳ. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ, φησί. Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν. Ὅταν σε λυπήσῃ φίλος ἢ καὶ παροξύνῃ τις τῶν οἰκείων, ἐννόησον τὰ ἡμαρτημένα σοι εἰς Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερον σαυτῷ καθιστᾷς τὸ δικαστήριον ἐκεῖνο· Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν· καὶ ταχέως δραπετεύσει τὸ πάθος Πρὸς τούτοις κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιροὺς, καὶ ἐντεῦθεν πολλὴν λήψῃ διόρθωσιν. Εἰπὲ γάρ μοι· πότε σαυτὸν ἐπῄνεσας, ἡνίκα ἡττήθης, ἢ ὅτε ἐκράτησας; Οὐχὶ τότε σφοδρῶς μὲν ἐγκαλοῦμεν ἑαυτοῖς καὶ αἰσχυνόμεθα, καὶ μηδενὸς ἐλέγχοντος ἡμᾶς, καὶ πολὺ τὸ τῆς μετανοίας ἡμῖν ἐπεισέρχεται καὶ ῥημάτων ἕνεκεν καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, καὶ τρυφῶμεν καὶ γαυρούμεθα, ὡς νενικηκότες; Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνασθαι (ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν), ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Τοῦτο γάρ ἐστι τὸ πλέον σχεῖν, οὐ τὸ ποιῆσαι, ἀλλὰ τὸ παθεῖν κακῶς. Μὴ τοίνυν λέγε ὀργιζόμενος, Πάντως ἀνταναιρῶ κἀγὼ, πάντως ἐπεξελεύσομαι· μηδὲ πρὸς τοὺς παραινοῦντας νικᾷν ἀντίτεινε λέγων, Οὐκ ἀνέξομαι, ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ. Οὐ γὰρ δή ποτέ σου καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων δόξαν, ἀλλ' ἀποχρῶσαν νόμιζε αὐτὴν ἔχειν παρὰ τῶν νοῦν ἐχόντων. Ἀλλὰ γὰρ τί σοι μικρὸν καὶ ταπεινὸν καθίζω θέατρον, ἐξ ἀνθρώπων αὐτὸ συντιθείς; Πρὸς τὸν Θεὸν εὐθέως ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσεται. Τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Ἡ μὲν γὰρ καὶ πρὸς χάριν πολλάκις, καὶ πρὸς ἀπέχθειαν ἑτέρων γίνεται, καὶ κέρδος ἤνεγκεν οὐδέν· ἡ δὲ παρὰ τοῦ Θεοῦ ψῆφος ταύτης ἀπήλλακται τῆς ἀνωμαλίας, καὶ πολλὴν φέρει τῷ θαυμαζομένῳ τὴν ὠφέλειαν. Τοῦτον οὖν τὸν ἔπαινον διώκωμεν.