Ancient Greek · ~18 min
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-5
Not analysed yet
Καὶ τίνος ἕνεκεν ἐφάνη; Ὥστε καθικέσθαι τῆς Ἰουδαίων ἀναισθησίας, καὶ πᾶσαν αὐτοῖς ἀποκλεῖσαι ἀπολογίας ἀφορμὴν ἀγνωμονοῦσιν. Ἐπειδὴ γὰρ ὁ παραγενόμενος, τὴν μὲν παλαιὰν ἀναπαύειν ἔμελλε πολιτείαν, τὴν δὲ οἰκουμένην εἰς τὴν αὑτοῦ προσκύνησιν καλεῖν, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ προσκυνεῖσθαι πάσῃ, ἐκ προοιμίων εὐθέως τοῖς ἔθνεσιν ἀνοίγει τὴν θύραν, διὰ τῶν ἀλλοτρίων τοὺς οἰκείους παιδεῦσαι θέλων. Ἐπειδὴ γὰρ τῶν προφητῶν συνεχῶς ἀκούοντες λεγόντων περὶ τῆς αὐτοῦ παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησε καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρᾶς, τὸν παρ' αὐτοῖς βασιλέα ἐπιζητοῦντας, καὶ παρὰ Περσικῆς πρώτης φωνῆς μανθάνουσιν, ἃ παρὰ τῶν προφητῶν μαθεῖν οὐκ ἠνέσχοντο· ἵνα, ἂν μὲν εὐγνωμονῶσι, μεγίστην ἔχωσι τοῦ πείθεσθαι πρόφασιν· ἐὰν δὲ φιλονεικῶσι, πάσης ὦσιν ἀπεστερημένοι λοιπὸν ἀπολογίας. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν, μὴ δεξάμενοι τὸν Χριστὸν μετὰ τοὺς τοσούτους προφήτας, ὅταν ἴδωσι μάγους ἀπὸ ὄψεως ἑνὸς ἄστρου τοῦτον δεξαμένους, καὶ προσκυνήσαντας τὸν φανέντα; Ὅπερ οὖν ἐπὶ τῶν Νινευϊτῶν ἐποίησε, πέμψας τὸν Ἰωνᾶν, καὶ ὅπερ ἐπὶ τῆς Σαμαρείτιδος καὶ τῆς Χαναναίας, τοῦτο καὶ ἐπὶ τῶν μάγων. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι· καὶ, Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· ὅτι ἐκεῖνοι μὲν τοῖς ἐλάττοσιν ἐπίστευσαν, οὗτοι δὲ οὐδὲ τοῖς μείζοσι. Καὶ τίνος ἕνεκεν διὰ τοιαύτης αὐτοὺς εἵλκυσεν ὄψεως, φησίν. Ἀλλὰ πῶς ἐχρῆν; Προφήτας πέμψαι; Ἀλλ' οὐκ ἂν οἱ μάγοι προφητῶν ἠνέσχοντο. Ἀλλὰ φωνὴν ἄνωθεν ἀφεῖναι; Ἀλλ' οὐκ ἂν προσέσχον. Ἀλλ' ἄγγελον ἀποστεῖλαι; Ἀλλὰ καὶ τοῦτον ἂν παρέδραμον. Διὰ δὴ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς ὁ Θεὸς, διὰ τῶν συνήθων αὐτοὺς καλεῖ, σφόδρα συγκαταβαίνων, καὶ δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι, καὶ τῷ τρόπῳ τῆς πορείας. Ταῦτα καὶ ὁ Παῦλος μιμούμενος ἀπὸ βωμοῦ τοῖς Ἕλλησι διαλέγεται, καὶ ποιητῶν παράγει μαρτυρίας εἰς μέσον· καὶ μετὰ περιτομῆς τοῖς Ἰουδαίοις δημηγορεῖ, καὶ ἀπὸ θυσιῶν πρὸς τοὺς ἐν νόμῳ ζῶντας τὴν ἀρχὴν ποιεῖται τῆς διδασκαλίας. Ἐπειδὴ γὰρ ἑκάστῳ τὰ συνήθη φίλα, καὶ ὁ Θεὸς καὶ οἱ παρ' αὐτοῦ πεμφθέντες ἄνθρωποι πρὸς τὴν τῆς οἰκουμένης σωτηρίαν οὕτω τὰ πράγματα μεταχειρίζουσι. Μὴ τοίνυν ἀνάξιον εἶναι νομίσῃς αὐτοῦ, τὸ δι' ἀστέρος αὐτοὺς καλέσαι· ἐπεὶ οὕτω καὶ τὰ Ἰουδαϊκὰ πάντα διαβαλεῖς, καὶ τὰς θυσίας, καὶ τοὺς καθαρμοὺς, καὶ τὰς νεομηνίας, καὶ τὴν κιβωτὸν, καὶ τὸν ναὸν δὲ αὐτόν. Καὶ γὰρ ἐξ Ἑλληνικῆς ταῦτα παχύτητος ἔλαβε τὴν ἀρχήν. Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν τῶν πλανηθέντων σωτηρίαν ἠνέσχετο διὰ τούτων θεραπευθῆναι, δι' ὧν οἱ ἔξωθεν δαίμονας ἐθεράπευον, μικρὸν παραλλάξας αὐτά· ἵνα αὐτοὺς κατὰ μικρὸν τῆς συνηθείας ἀποσπάσας ἐπὶ τὴν ὑψηλὴν ἀγάγῃ φιλοσοφίαν. Ὃ δὴ καὶ ἐπὶ τῶν μάγων ἐποίησε, δι' ὄψεως ἄστρου καλέσαι αὐτοὺς ἀνασχόμενος, ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. Ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι' ἄστρου, ἀλλὰ δι' ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται, οὕτω κατὰ μικρὸν βελτίους ἐγένοντο. Τοῦτο καὶ ἐπὶ τῶν Ἀσκαλωνιτῶν καὶ Γαζαίων ἐποίησε. Καὶ γὰρ αἱ πέντε πόλεις ἐκεῖναι, ἐπειδὴ τῆς κιβωτοῦ παραγενομένης ἐπλήγησαν καιρίαν πληγὴν, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὕρισκον τῶν ἐπικειμένων κακῶν, τοὺς μάντεις καλέσαντες, καὶ ἐκκλησίαν συναγαγόντες, ἐζήτουν λύσιν εὑρεῖν τῆς θεηλάτου πληγῆς ἐκείνης. Εἶτα τῶν μάντεων εἰπόντων, ὅτι δαμάλεις ἀδαμάστους καὶ πρωτοτοκούσας ὑποζεῦξαι τῇ κιβωτῷ χρὴ, καὶ μηδενὸς χειραγωγοῦντος ἀφεῖναι βαδίζειν· οὕτω γὰρ ἔσται κατάδηλον, εἴτε θεήλατος ἦν ἡ πληγὴ, εἴτε ἐκ περιφορᾶς τινος ἡ νόσος (ἂν μὲν γὰρ, φησὶ, τὸν ζυγὸν ὑπὸ τῆς ἀπειρίας συντρίψωσιν, ἢ πρὸς τὰς δαμάλεις μυκωμένας ἐπιστραφῶσι, συντυχία τὸ γεγενημένον ἐστίν· ἂν δὲ ὀρθὰ βαδίσωσι, καὶ οὔτε πρὸς τὸν μυκηθμὸν τῶν παιδίων πάσχουσαί τι, οὔτε ὑπὸ τῆς ἀγνοίας τῆς κατὰ τὴν ὁδὸν, πλανηθῶσιν, εὔδηλον ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ ἁψαμένη τῶν πόλεων τούτων)· ἐπεὶ οὖν ταῦτα τῶν μάντεων εἰπόντων, ἐπείσθησαν οἱ τὰς πόλεις οἰκοῦντες ἐκείνας, καὶ ἐποίησαν ὡς ἐκελεύσθησαν, καὶ ὁ Θεὸς τῇ τῶν μάντεων ἠκολούθησε γνώμῃ, συγκαταβαίνων πάλιν, καὶ οὐκ ἐνόμισεν ἀνάξιον εἶναι αὐτοῦ τῶν μάντεων τὴν πρόῤῥησιν εἰς ἔργον ἐξαγαγεῖν, καὶ ποιῆσαι πιστοὺς εἶναι δοκεῖν, ἐν οἷς τότε εἰρήκασι. Καὶ γὰρ μεῖζον τὸ κατορθούμενον ἦν, τῷ καὶ αὐτοὺς τοὺς ἐναντίους μαρτυρῆσαι τῇ τοῦ Θεοῦ δυνάμει, καὶ τὴν περὶ αὐτοῦ ψῆφον τοὺς αὐτῶν διδασκάλους ἐξενεγκεῖν. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἴδοι τις ἂν οἰκονομοῦντα τὸν Θεόν. Καὶ γὰρ καὶ τὸ ἐπὶ τῆς ἐγγαστριμύθου τούτῳ προσέοικε τῆς οἰκονομίας τῷ τρόπῳ, ὃ καὶ ὑμεῖς λοιπὸν ἀπὸ τῶν εἰρημένων ἐπιλῦσαι δυνήσεσθε. Τοῦ μὲν οὖν ἀστέρος ἕνεκεν παρὰ μὲν ἡμῶν ταῦτα εἴρηται, παρὰ δὲ ὑμῶν καὶ πλείονα λεχθῆναι δύναιτ' ἄν· Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.