Ancient Greek
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-6
Not analysed yet
Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τῶν ἀναγνωσθέντων ἐλθεῖν. Τίς δὲ ἡ ἀρχή; Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν ἔρχονται εἰς Ἱεροσόλυμα. Μάγοι μὲν ἀστέρος κατάρχοντος ἠκολούθησαν· οὗτοι δὲ οὐδὲ προφητῶν ἐνηχούντων ἐπίστευσαν. Τίνος δὲ ἕνεκεν ἡμῖν καὶ τὸν χρόνον λέγει, καὶ τὸν τόπον, Ἐν Βηθλεὲμ εἰπὼν, καὶ Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως; τίνος δὲ χάριν καὶ τὸ ἀξίωμα προστίθησι; Τὸ ἀξίωμα μὲν, ἐπειδὴ καὶ ἕτερος ἦν Ἡρώδης, ὁ τὸν Ἰωάννην ἀνελών· ἀλλ' ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς. Τὸν τόπον δὲ καὶ τὸν χρόνον τίθησι, προφητείας ἡμᾶς ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν ὁ Μιχαίας προεφήτευσε λέγων· Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· τὴν δὲ ὁ πατριάρχης Ἰακὼβ, ἀκριβῶς ἡμῖν χαρακτηρίζων τὸν χρόνον, καὶ μέγα τὸ παράσημον τῆς αὐτοῦ παρουσίας τιθείς· Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἄξιον δὲ κἀκεῖνο ζητῆσαι, πόθεν εἰς τοιαύτην ἦλθον ἔννοιαν, καὶ τίς αὐτοὺς εἰς τοῦτο διήγειρεν. Οὐ γὰρ δὴ τοῦ ἀστέρος ἐμοὶ δοκεῖ τὸ ἔργον εἶναι μόνον, ἀλλὰ καὶ τοῦ Θεοῦ τοῦ τὴν ψυχὴν αὐτῶν κινήσαντος· ὅπερ καὶ ἐπὶ Κύρου πεποίηκε, παρασκευάζων αὐτὸν ἀφεῖναι τοὺς Ἰουδαίους. Οὐχ οὕτω μέντοι τοῦτο εἰργάσατο, ὥστε τὸ αὐτεξούσιον λυμήνασθαι· ἐπεὶ καὶ Παῦλον καλέσας ἄνωθεν διὰ φωνῆς, καὶ τὴν αὐτοῦ χάριν καὶ τὴν ἐκείνου ὑπακοὴν δήλην ἐποίησε. Καὶ τίνος ἕνεκεν μὴ πᾶσι τοῖς μάγοις τοῦτο, φησὶν, ἀπεκάλυψεν; Ὅτι οὐδὲ πάντες πιστεύειν ἔμελλον, ἀλλ' οὗτοι τῶν ἄλλων ἦσαν ἐπιτηδειότεροι· ἐπεὶ καὶ μυρία ἔθνη ἀπώλοντο, καὶ Νινευΐταις ὁ προφήτης ἐπέμπετο μόνοις, καὶ δύο ἦσαν λῃσταὶ ἐν τῷ σταυρῷ, καὶ ὁ εἷς διεσώθη μόνος. Ὅρα γοῦν τούτων τὴν ἀρετὴν, οὐκ ἀφ' ὧν ἦλθον, ἀλλὰ καὶ ἀφ' ὧν παῤῥησιάζονται. Καὶ γὰρ ἵνα μὴ δόξωσιν ὑποβολιμαῖοί τινες εἶναι, λέγουσι τὸν ὁδηγήσαντα, καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ τὴν παῤῥησίαν ἐλθόντες ἐνδείκνυνται· Ἤλθομεν γὰρ, φησὶ, προσκυνῆσαι αὐτῷ· καὶ οὔτε τοῦ δήμου τὸν θυμὸν, οὔτε τοῦ βασιλέως τὴν τυραννίδα ἐδεδοίκεισαν. Ὅθεν ἔμοιγε δοκοῦσιν οὗτοι καὶ οἴκοι διδάσκαλοι γενέσθαι τῶν ἐγχωρίων. Οἱ γὰρ ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαῤῥησιάσαντο, ἅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ ἀγγέλου λαβόντες, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν. Ἀκούσας δὲ Ἡρώδης, φησὶν, ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ. Ὁ μὲν Ἡρώδης εἰκότως, ἅτε βασιλεὺς ὢν, καὶ δεδοικὼς ὑπέρ τε ἑαυτοῦ καὶ τῶν παίδων· τὰ δὲ Ἱεροσόλυμα τίνος ἕνεκεν; Καίτοι σωτῆρα, καὶ εὐεργέτην, καὶ ἐλευθερωτὴν ἄνωθεν αὐτὸν οἱ προφῆται προὔλεγον. Τίνος οὖν ἕνεκεν ἐταράχθησαν; Ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ' ἧς καὶ ἔμπροσθεν τὸν Θεὸν εὐεργετοῦντα ἀπεστρέφοντο, καὶ τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν, τοσαύτης ἀπολαύοντες ἐλευθερίας. Σὺ δέ μοι σκόπει τῶν προφητῶν τὴν ἀκρίβειαν. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο προανεφώνησεν ὁ προφήτης ἄνωθεν λέγων· Θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Ἀλλ' ὅμως ταραχθέντες, οὐ ζητοῦσι τὸ συμβὰν ἰδεῖν, οὐδὲ τοῖς μάγοις ἀκολουθοῦσι καὶ περιεργάζονται· οὕτως ὁμοῦ καὶ φιλόνεικοι καὶ ῥᾴθυμοι μάλιστα πάντων ἦσαν. Δέον γὰρ αὐτοὺς καὶ ἐγκαλλωπίζεσθαι, ὅτι παρ' αὐτοῖς ὁ βασιλεὺς ἐτέχθη, καὶ τὴν Περσῶν εἵλκυσε χώραν, καὶ μέλλουσιν ἔχειν ἅπαντας ὑποχειρίους, ἅτε τῶν πραγμάτων ἐπὶ τὸ βέλτιον προελθόντων, καὶ ἀπὸ προοιμίου λαμπρᾶς οὕτω τῆς ἀρχῆς γενομένης, οἱ δὲ οὐδὲ ταύτῃ γίνονται ἀμείνους. Καίτοι ἄρτι τῆς αἰχμαλωσίας ἦσαν τῆς ἐκεῖθεν ἀπαλλαγέντες· καὶ εἰκὸς ἦν αὐτοὺς ἐννοεῖν, εἰ καὶ μηδὲν τῶν ἀποῤῥήτων καὶ ὑψηλῶν ᾔδεσαν, ἀλλ' ἀπὸ τῶν παρόντων ἐψηφίσαντο μόνον, ὅτι εἰ τεχθέντα οὕτω τρέμουσιν ἡμῶν τὸν βασιλέα, πολλῷ μᾶλλον αὐξηθέντα φοβηθήσονται, καὶ ὑπακούσουσι, καὶ τῶν βαρβαρικῶν ἔσται λαμπρότερα τὰ ἡμέτερα. Ἀλλ' οὐδὲν τούτων αὐτοὺς διανίστησι· τοσαύτη ἦν αὐτῶν ἡ νωθεία, μετὰ ταύτης δὲ καὶ ἡ βασκανία· ἅπερ ἀμφότερα δεῖ μετὰ ἀκριβείας ἐξορίζειν τῆς ἡμετέρας διανοίας, καὶ πυρὸς εἶναι σφοδρότερον τὸν μέλλοντα ἐπὶ τῆς τοιαύτης παρατάξεως ἵστασθαι. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ ἤθελον εἰ ἤδη ἀνήφθη. Καὶ τὸ Πνεῦμα διὰ τοῦτο ἐν πυρὶ φαίνεται.