Ancient Greek
Pg 303
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In omnes sanctos [Sp.] 303
Not analysed yet
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας. Δεῦτε σήμερον, ἀδελφοί, τῶν ἁγίων μαρτύρων τὴν μνήμην φαιδρῶς πανηγυρίσωμεν. Δεῦτε κοινωνήσωμεν αὐτῆς τῆς ἐπουρανίου χάριτος· μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα· οὐχ οὕτω ταῖς ἀρούραις ἐμπεριπατοῦντες στρουθοὶ τοῖς κεχωσμένοις συλλαμβάνονται βρόχοις ὡς ταῖς φυλαῖς τῶν ἁγίων μαρτύρων ἐμβοσκώμενοι δαίμονες τῇ κεχωσμένῃ περιπυροῦντες τέφρᾳ καὶ πάσχουσι τοῦ Κάϊν παρόμοιον· οὓς γὰρ ἔσφαξαν φρίττουσιν, ὡς ἐκεῖνος ἐσφαγμένον τὸν Ἄβελ. Ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροί, ἀντεκατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοὺς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσίν, ἄκουσον ἐν ταῖς εὐχαῖς ἀεὶ λεγόντων καὶ διακόνων· τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες . . . . τῆς πανηγύρεως ταύτης τῶν ἁγίων πάντων. Πλοῦτον κερδαίνουσιν οἱ μάρτυρες ἀθανασίας πρόξενον· δόξης ἐκείνης ἐπέτυχον, ἧς ἡ βασιλεία αἰώνιος ὅλον εἰς οὐρανοὺς τὸν τῆς ζωῆς θησαυρὸν ἀποθέμενοι· τοιαύτη γὰρ τῶν ἁγίων ἡ νίκη ὡς ὑπὲρ τῶν ἀθανάτων ἀγαθῶν ἑλέσθαι καὶ θάνατον. Ἐξέοντο τούτων τοῖς βασάνοις οἱ σάρκες, ἀλλ' ὁ τῆς ψυχῆς σκοπὸς ἀνάλγητος ἔμενεν· ἐκόπτοντο τὰ μέλη τοῖς ξίφεσιν, ἀλλ' ὁ πρὸς οὐρανὸν οὐκ ἐτέμνετο πόθος . . . . θηρίων ὀδόντες διεσπάραττον σπλάγχνα, ἀλλὰ τὸν τῆς καρδίας εὐσεβῆ λογισμὸν οὐκ ἀπέσπασαν. Ὄντως ἀσπὶς καὶ θῶραξ ταῖς ψυχαῖς τῶν μαρτύρων τὰ σώματα· ταῦτα γὰρ καὶ μόνα τοῖς τῶν τυράννων τιτρώσκεται βέλεσιν· οἷς γὰρ ὁ τῆς πίστεως καλὸς στρατιώτης πείθων τὰ μέλη δέχεσθαι βέλη προσίεται γυμνὸν τῷ πολέμῳ τὸ σῶμα καὶ νίκην ἐργάζεται, ἐν οἷς νικᾶσθαι νομίζεται· νενίκηται γὰρ διάβολος τῶν μαρτύρων αἰκίσας τὰ σώματα. Καὶ τούτου ἀπόδειξις τῶν λειψάνων ἡ δύναμις ἀοράτῳ πληγῇ φυγαδεύουσα δαίμονας. Ταῦτα τοὺς μάρτυρας δο-