Ancient Greek
Pg 304
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In omnes sanctos [Sp.] 304
Not analysed yet
ξάζει τὰ τρόπαια· ταῦτα τοὺς οὕτω θανῆναι θελήσαντας ἀθανάτως ἔδειξε ζήσαντας· ταῦτα τῶν ἀγγέλων αἱ στρατιαὶ μακαρίζουσι ταῦτα ἡ κτίσις ἐνέχυρα κατέχει πανταχοῦ σωτηρίας. Ἑκάστη γὰρ λοιπὸν τῆς οἰκουμένης πόλις καὶ χώρα προστάτας εὑρίσκεται τοὺς μάρτυρας κατέχουσα· ὅσον γὰρ αὐτοῖς ταῖς τιμαῖς εὐσεβοῦντες τρέχομεν, τοσοῦτον αὐτοῖς ἐν ἅπασι κηδεμόνας εὑρίσκομεν. Τιμὴ δὲ μάρτυρι ἡ τῆς πολιτείας ὀρθότης, τὸ πρὸς τὸν Θεὸν εὐσυνείδητον· διδάσκαλοι γὰρ ἡμῶν εὐσεβείας καὶ πολῖται οἱ μάρτυρες Χριστὸν ἔχοντες ὁδηγὸν χάρις τῷ φιλανθρώπῳ δεσπότῃ, τὸ καὶ τῇ γῇ δεδοκότι θησαυροὺς τοὺς ἁγίους Πάντας· ἐν αὐτῇ γὰρ ἐπετέθη τῶν οὐρανῶν τὰ κειμήλια, οἱ τίμιοι μαργαρῖται, τὸ χρυσίον τὸ δόκιμον, τὰ σκεύη τὰ ἐκλεκτά· ταῦτα γάρ ἐστι τῶν μαρτύρων τὰ λείψανα καὶ τέως ὁ οὐρανὸς τῇ γῇ παρεχώρησε συγχωρῶν εὐλογεῖσθαι τῶν ἀνθρώπων τὸν βίον· ἐκεῖ γὰρ ἡ καταθύμιος διαμονὴ τῶν μαρτύρων, ἐκεῖ τῶν ἀγώνων ἡ περιπόθητος ἄνεσις, ἐκεῖ οἱ τῆς νίκης πολύτιμοι στέφανοι. Καὶ ταῦτα μὲν ὁ οὐρανὸς φυλάττειν προστέτακται περιμένων αὐτῶν ἐκεῖ τὴν ἀπόλαυσιν, κατέχει δὲ τούτους τέως ἡ γῆ. Ὁ οὐρανὸς δὲ καὶ . . . . παρελήφθη φαιδρότητος. Ἔσχε λαμπάδας πυρὸς τοὺς ἀστέρας, ἔσχε πλῆθος ἁγίων ἡ γῆ, ὡς ἐκεῖνος ἀγγέλων ἔχει δοξολογοῦντας. Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χριστὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξίφει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκουμένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι . . . . λειψάνοις μεριζομένης. Δῆλον δὲ τοῦτο ἐκ τῆς κατατεθείσης σήμερον κιβωτοῦ ἐχούσης τὸ μάννα, κιβωτοῦ τῆς ἀλλοφύλους νικώσης, κιβωτοῦ τῆς ἀσφαλεστέρας τοῦ Νῶε· ἡ μὲν γὰρ ἐπάνω τῶν ὑδάτων νηχομένη διεσώζετο, ἡ δὲ ἐν αὐτῷ τῷ θανάτῳ φερομένη λυτροῦται· διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς κόλποις αὕτη τῆς γῆς καταχώννυται ψυχαγωγοῦσα καὶ τοὺς ἐν ᾍδῃ βυθιζομένους ἀνθρώπους. Τοιοῦτος σήμερον ὁ ἡμέτερος θησαυρός, τοιοῦτον ὁ οἶκος τῶν μαρτύρων ἐδέξατο πλοῦτον, τοιαύτην ὁ τόπος ἐκτήσατο χάριν. Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος. Ἐννόησον ὅσοι καὶ μαρ-