Ancient Greek
Pg 305
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In omnes sanctos [Sp.] 305
Not analysed yet
τυρίου στέφανον ἀνεδήσαντο· οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ· καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γιγνομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φωνῶν ἐπανατεινομένων μυρία εἴδη καὶ κολάσεων καὶ τιμωριῶν οὐκ εἶξαν οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι πάντα ποιῆσαι καὶ παθεῖν αἱρούμενοι ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ, ὧν γένοιτο . . . . ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.