Ancient Greek · ~17 min
ΨΑΛΜ. ΡΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 1.1-5
Not analysed yet
Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων πως καὶ δι' ἃ γέγονεν ἡ ἀποβολὴ αὐτῶν. Ἐν μὲν οὖν τῷ ἑκατοστῷ καὶ τετάρτῳ ψαλμῷ τὰς θείας ὁ προφητικὸς λόγος διεξῆλθεν εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται, καὶ τῆς τῶν εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς διαφόρως τιμωρίας διδάσκει. Ἐσχημάτισται δὲ ὡς ἐκ προσώπου τῶν εὐσεβεστέρων τὰς κοινὰς ὀλοφυρομένων συμφορὰς, καὶ φειδοῦς τυχεῖν ἀντιβολούντων. Τὴν γὰρ αὐτὴν ἐπιγραφὴν ὁ ψαλμὸς εἰκότως ἔχει τῷ φθάσαντι· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἡ ἐπιγραφὴ σημαίνουσα τὸ, Αἰνεῖτε τὸν Κύριον, δηλοῖ τὸν ψαλμὸν αἶνον περιέχειν Θεοῦ. Διδάσκει δὲ νῦν ἐξ ἀρχῆς τοὺς ἀπὸ ἁμαρτημάτων ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημένων τὰ τραύματα· διαθέσει δηλονότι ψυχῆς, ἀλλ' οὐ λόγῳ τοῦτο ποιοῦντας ψιλῷ. Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστότητα τοῖς μετανοοῦσιν εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Διαπαντὸς ἐλεεῖ· διαπαντὸς φιλανθρωπεύεται. Ἕτοιμός ἐστιν ἀεὶ τὰ αὐτοῦ διδόναι. Οὐ γάρ ἐστι καιρὸς ὡρισμένος αὐτῷ, ἀλλὰ τῆς γνώμης τῆς σῆς. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ὅσα ὁ Θεὸς ἐν ἡμῖν ὑπὲρ θνητὴν φύσιν ποιεῖ, ταῦτα δυναστεία Κυρίου, ἅπερ ἐνεργήματα δυνάμεων ὁ Παῦλός φησι, λέγων· ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων. Καὶ πάλιν ἑτέρωθι· Μὴ πάντες προφῆται; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Διαιρεῖται δὲ τὰς δυνάμεις ἀπὸ τῶν ἰαμάτων. Τὰς μὲν γὰρ Ἰησοῦς ἐπετέλει περιπατῶν τυχὸν ἐπὶ τῆς θαλάσσης, ἐπιτιμῶν δὲ τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι, καὶ μεταμορφῶν ἑαυτὸν ἐν τῷ ὄρει· τὰ δὲ λεπροὺς καθαρίζων, καὶ πᾶσαν νόσον ἰώμενος. Καὶ ἐν τῇ παλαιᾷ Διαθήκῃ δυνάμεις μὲν αἱ κατὰ τῶν Αἰγυπτίων πληγαὶ, θάλαττά τε διαιρουμένη, καὶ ποταμὸς Ἰορδάνης ὑποχωρῶν, ἡλίου τε στάσις ἐπὶ τοῦ Ἰησοῦ· ἰάσεις δὲ, ὅτε Μαρίαν λεπρῶσαν ἰάσατο Μωϋσῆς, ὅσα τε Ἠλίας καὶ Ἐλισσαῖος εἰργάσαντο. Ταύτας δὲ πάσας τὰς δυναστείας οἱ ἀπόστολοι εἰς πᾶσαν τὴν γῆν ἐποίησαν ἀκουστὰς μετὰ καὶ τῶν αἰνέσεων αὐτοῦ. Ἑκάστη γὰρ πρᾶξις τοῦ Κυρίου αἰνέσεως γέμει. Τάχα δὲ αἱ μὲν δυναστεῖαι τοῦ Κυρίου τὰ θαυμάσια αὐτοῦ περιέχουσι, τὰ δὲ χαρίσματα τῶν ἰαμάτων τὰς αἰνέσεις αὐτοῦ. Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Τῇ αἰσθήσει τῆς ἁμαρτίας ὁ τῆς ἀρετῆς καρπὸς ἤτοι μακαρισμὸς ὑπεισέρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων, μακαρίζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Ἐνταῦθα τὸν νέον λαὸν αἰνίττεται καὶ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν, ἣν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Ποίαν δὲ εὐδοκίαν ἐνταῦθα, ἢ ποίαν ὅλως ἐπίσκεψιν ὑποτίθεται, ἀλλ' ἢ ἣνπερ ἡμῶν ὁ Θεὸς Λόγος διὰ σάρκα πεποίηται; Ὅθεν καὶ τὸ μυστήριον εὐδοκίαν προσηγόρευον οἱ τοῖς ποιμέσιν ἐπιφανέντες ἄγγελοι· Δόξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, δοξολογοῦντες ἐβόησαν. Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέσθαι χορηγουμένης ἐκείνοις χρηστότητος. Χρηστότητα δὲ τῶν ἐκλεκτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν γενομένην τοῖς ἐκλεκτοῖς νόησον πολλὴν οὖσαν, ὥστε καὶ πόρνους καὶ τελώνας καὶ ἁμαρτωλοὺς καὶ πτωχοὺς ἁλιεῖς τὴν ἐκλογὴν ὑποδέξασθαι. Ταύτην ἰδεῖν ὁ προφήτης ἐπεθύμει· θεωρίας γὰρ ἄξιον τὸ θαῦμα ἐτύγχανεν· εὐφρανθῆναι δὲ ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, ὥστε τῆς κοινωνίας τῶν μυστηρίων ἀπολαῦσαι. Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν. Πατέρας δὲ καλεῖ οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ' ἐκείνους γενομένους· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου· καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου.