Ancient Greek · ~18 min
ΨΑΛΜ. ΡΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 2.1-5
Not analysed yet
Ἄνωθεν γὰρ, φησὶν, ἡμῶν τὸ γένος ἁμαρτητικόν. Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐτοὺς γεγενημένων θαυμάτων, συνιδεῖν τὴν σὴν οὐκ ἠθέλησαν δύναμιν. Διὸ καὶ ὁ προφήτης λέγει· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἀνομιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Οὐ συνῆκαν οὖν, φησὶ, τὰ ἐν Αἰγύπτῳ γενόμενα τέρατα, καίπερ ἐν μέσῳ τῶν Αἰγυπτίων αἴσθησιν μὴ λαβόντες τῶν γενομένων κολάσεων· οὔτε μὴν ἐλευθερωθέντες τῶν Αἰγυπτίων ἐνόησαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, διὰ δὲ τὸ θεῖον ἔλεος τῆς ἐκεῖθεν ἐπισκοπῆς. Ταῦτα δὲ καὶ τὰ ἐν τῇ ἐρήμῳ συντόμως εἶπεν ὁ φθάσας ψαλμὸς, μηδὲν τοῦ λαοῦ κατηγορήσας· ὁ δὲ νῦν ἐπαναλαβὼν τὴν διήγησιν, ὅπως δι' ἃ ἥμαρτον οἱ Ἰουδαῖοι παρήγαγε. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν ἐρυθρᾷ θαλάσσῃ. Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπέχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσμεῖναι τὴν σὴν οὐκ ἠθέλησαν, ἀλλὰ τοῦ μεγάλου Μωϋσέως κατεβόων λέγοντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ ταύτῃ. Ἀλλ' ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ καὶ ἐπήγαγε· Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ· καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ· καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν. Λόγῳ γὰρ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκείνην ἄβυσσον ἱππήλατον αὐτοῖς ἀπέφηνε καὶ ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκολία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παραβολῇ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς· εἷς ἐξ αὐτῶν οὐκ ὑπελείφθη. Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε. Καὶ ἡ αὐτὴ θάλαττα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπήγαγε. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωϋσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ· οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. Δύο δὲ τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα, ἓν μὲν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει καὶ ἀπὸ πάσης ἐπιθυμίας ἐγκρατεύεσθαι· δεύτερον δὲ, ὅτι δεηθέντες ὕδατος, οὐκ ᾔτουν, ἀλλ' ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Καὶ ἔδωκεν αὐτοῖς τὰ αἰτήματα αὐτῶν· ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν· τοῦ δὲ Θεοῦ κατελάλησαν λέγοντες. Ἐμνήσθησεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ. Αἴτημα δὲ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν. Δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστον καὶ ἄφθονον. Καὶ παρώργισαν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου. Οὔτε παραπικράναντας ἐν ἐρυθρᾷ θαλάσσῃ, οὔτε ἐν ἐρήμῳ πειράσαντας αὐτὸν μετῆλθεν αὐτοὺς ὁ παρορῶν ἁμαρτίας, ἀλλὰ καὶ ἔδωκεν αὐτοῖς τὴν ἐπιθυμίαν αὐτῶν· ὅτε δὲ Μωϋσῆν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν, εἰπόντες· Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός; οὐχὶ καὶ ἡμῖν; παγγενῆ διανοιχθείσῃ παρεδίδου τῇ γῇ τούτους. Τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν ἀντὶ τοῦ Ἀαρὼν, φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Οὐ γὰρ θέλει Θεὸς τοὺς ἑαυτοῦ καταφρονεῖσθαι θεράποντας, ἀλλὰ καὶ δείξας τὴν χρηστότητα, δείκνυσι καὶ τὴν ἀποτομίαν, κατὰ τὸ, Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα. Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν· φλὸξ κατέφλεξεν ἁμαρτωλούς. Δαθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεπόθησαν· Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρονεῖν προτρεπόμενος· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἠβουλήθησαν. Καὶ τοῦτο δηλοῖ τῶν τετολμημένων ἐξήγησις. Καὶ ἐποίησαν μόσχον ἐν Χορὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβολήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων· ἐν τούτῳ τετολμήκασι τὴν ἀσέβειαν. Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία. Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.