Ancient Greek · ~16 min
ΨΑΛΜ. ΡΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 5.1-2
Not analysed yet
Ταύτην Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγὴν, μεθ' ἣν ἐξελθεῖν τοὺς Ἰουδαίους κατήπειξαν· ἅπασα γὰρ οἰκία θρήνων καὶ ὀλοφύρσεως ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκίσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ. Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰγύπτιοι τοὺς Ἰουδαίους ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλεπῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον. Οὐ γὰρ ἀδίκως τοῦτο γενέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦντας παιδεύων καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. Προσέταξε γὰρ ὁ Θεὸς σκυλεῦσαι τοὺς Αἰγυπτίους, ὡς νενικημένους, καὶ μισθὸν ὀφείλοντας τῆς μακροχρονίου δουλείας. Μέγα δὲ καὶ τὸ ἐκ χώρας τὰ χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι μέχρι ἑνὸς ἐν μυριάσι τοσαύταις, ἕως ἂν ἐναπομείνῃ τῇ Αἰγύπτῳ μηδεὶς ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας κεκρατημένος· τοῦτο δὲ Μωϋσῆς ἱστόρησεν. Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐτοῖς. Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τιμωρίαις, ὡς εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα. Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγίνετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυροειδὴς γινομένη, τοῦ φωτὸς αὐτοῖς ἐχορήγει τὴν χρείαν. ᾜτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρέσχεν αὐτοῖς θήραν ὀρνίθων αὐτόματον· καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ' αὐτὴν δωρησάμενος τὴν τροφήν. Τὸ δὲ μάννα λέγει, οὐχ ὡς ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ' ἐκ τοῦ ὑπὲρ κεφαλῆς ἀέρος, ὅπερ ἡ θεία Γραφὴ οὐρανὸν προσαγορεύει, φερόμενον, ἅμα δὲ καὶ ὡς εἰκόνα τοῦ οὐρανίου ἄρτου τοῦ δοθέντος ἐν μυστηρίῳ τῇ Ἐκκλησίᾳ φέρον. Διέῤῥηξε πέτραν, καὶ ἔῤῥυσαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. Ἐθεράπευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας· ἐν ἀνύδρῳ γὰρ καὶ ξηρᾷ ποταμοῦ ἀναβλύσαι προσέταξε. Καλεῖ δὲ ποταμοὺς τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς. Εἰ δὲ γράφοιτο, Ποταμοῖς, ἐρεῖς ὡς κατὰ τὴν ἱστορίαν τοιοῦτον μόνον τὸν Ἰορδάνην διέβησαν, δυνάμει δὲ καὶ ἄλλους, ὅσοι πρὸς διάβασιν ἐνεπόδιζον. Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλέκτους αὐτοῦ ἐν εὐφροσύνῃ. Ἀψευδῆ γὰρ ὅσα Θεὸς τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπηγγείλατο περὶ τοῦ τὸ γένος αὐξῆσαι πλήθει καὶ δόξῃ. Καὶ Μωϋσῆς δὲ πρὸς αὐτοὺς ἐν τῷ Δευτερονομίῳ φησί· Μὴ εἴπῃς, Διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν. Ὁ γὰρ Θεὸς ποιῶν ἐστιν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτὸν, ἅμα καὶ προτρεπόμενος τοῖς ἐξ αὐτῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τὴν Χαναναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπότας ἀπέφηνε, κἀκείνους κολάσας ἐνδίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρῴην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομοθέτησε, φυγεῖν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν, διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε δὲ μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παροικεῖν ἐπὶ πλεῖστον ἐᾷ· Οὔπω γὰρ, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν, ἀντὶ τοῦ, οὐδέπω πανωλεθρίας τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐδὲ τῇ προγνώσει τῆς μείζονος ἁμαρτίας τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν, ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ γὰρ χρῶμαι, καὶ σταθμῷ πρυτανεύω, καὶ οὐδὲν ἀστάθμητον παρ' ἐμοί. Διὰ τοῦτο τετρακοσίων ἐτῶν ἀναμείνας περίοδον, οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις τὰς ἐπαγγελίας ἀπέδωκεν. Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. Δέδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον αὐτοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας.