Ancient Greek · ~21 min
ΨΑΛΜ. ΡΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 4.1-2
Not analysed yet
Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, εἰς τὸ ἐκφῦσαι τροφὴν ἀπὸ γῆς, καὶ οἶνον εὐφραίνειν καρδίαν ἀνθρώπου· στίλβειν πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτον καρδίαν ἀνθρώπου στηρίζειν. Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς διηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλαστῆσαι καρπούς· καὶ ἄρτῳ μὲν στηρίξαι καὶ διαθρέψαι τῶν ἀνθρώπων τὴν φύσιν, οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρεστέραν ἐργάσασθαι τὴν ζωὴν, ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα, ἱλαρῦναι δὲ καὶ φαιδρῦναι τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, ἐπινοίᾳ μόνῃ διαφέροντι τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος, ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν. Ἐγὼ γὰρ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Ὁ δὲ Ἑβραῖος καὶ οἱ λοιποὶ, Τοῦ Κυρίου, τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειροποίητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Τίνος δὲ χορτασθήσεται; Θεογνωσίας δηλονότι. Πῶς δὲ χορτάζονται; Τῇ μελέτῃ τοῦ νόμου. Τοιγαροῦν αὐτοὺς καὶ ξύλα τοῦ Κυρίου ἐκάλεσεν, ἐπειδὴ οἱ μελετῶντες τὸν νόμον ἡμέρας καὶ νυκτὸς ξύλον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον λέγονται. Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν. Ὡς ἀναγκαίων δὲ μετὰ τὰ κάρπιμα μνημονεύει καὶ τῶν ἀκάρπων. Διὰ δὲ τοῦ Λιβάνου ἐπισήμου ὄρους καὶ τῶν αὐτοῦ κέδρων τὰ λοιπὰ τῆς γῆς ὄρη καὶ δένδρα δεδήλωκε. Τὰ δένδρα δὲ ταῦτα ἀνθρώποις μὲν συνίστησιν οἴκους, ὀρνέων δὲ δέχεται τὰς οἰκήσεις. Ἀκύλας δὲ ἐξέδωκεν· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶκος αὐτῶν. Τῶν δὲ Πατέρων τις ἔφη· Ἐρωδιῷ πᾶς τόπος εἰς οἴκησιν ἐπιτήδειος, καὶ ὡς εἰς προετοιμασθέντα οἶκον πανταχοῦ παραγίνεται. Τουτὶ γὰρ τὸ, Ἡγεῖται αὐτῶν. Στρουθία δὲ καλεῖ τὰς παρὰ τοῦ διαβόλου καὶ τῶν αὐτῶν πραττόντων διωκομένας ψυχὰς δι' εὐσέβειαν, δυνηθείσας δὲ αὐτοῦ τὰς παγίδας φυγεῖν, περὶ ὧν ὁ Δαυῒδ ἔλεγεν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος θηρευόντων. Ἐρωδιὸν δὲ οὐκ ἂν ἁμάρτοις τὸν Πέτρον εἰπὼν, ἐπειδὴ τὸν Χριστὸν διηνεκῶς ἠκολούθει, ὥσπερ ὁ ἐρωδιὸς οὐκ ἐθέλειν χωρίζεσθαι τῶν κεκτημένων λέγεται. Οὗτος τῶν στρουθίων ἡγεῖται· δείκνυσι γὰρ αὐτοῖς, πῶς χρὴ τὰς τῶν θηρευόντων παγίδας ὑπεράλλεσθαι, καὶ αὐτὸς τῇ ἀρνήσει παγιδευθεὶς, διὰ μετανοίας τὴν παγίδα. ἐξέφυγεν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Οὐ παρορᾷ, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ Πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκεν ἐνδιαίτημα τὰς τῶν ὀρῶν κορυφὰς, τοῖς δὲ σμικροτέροις τῶν ζώων τὰς τῶν πετρῶν καταδύσεις. Καὶ οὐδὲν ἄρα μάτην παρὰ σοῦ τοῦ Θεοῦ γέγονε· τούτων γὰρ μὴ ὄντων, ἐν πεδιάδι ῥᾳδίως τὰ τῶν ζώων ἀσθενῆ πρὸς τῶν ἰσχυροτέρων ἡλίσκετο, καὶ θᾶττον ἐξέλιπον ἂν κατὰ τὸν τοῦ ὕπνου καιρὸν μάλιστα θηρευόμενα. Διὰ δὲ τῶν πετρῶν σπήλαιά τε σημαίνει καὶ φωλεοὺς, εἰς ἃ καταφεύγουσι λαγωοί τε καὶ χοιρογρύλλιοι. Καὶ γὰρ τὸ τῶν ἐλάφων γένος πολεμίως ἔχει πρὸς τὸ τῶν ὄφεων. Τοιοῦτοι πάντες καὶ οἱ Χριστοῦ μαθηταὶ, τὴν κατὰ τῶν νοητῶν ὄφεων δύναμιν ἔχοντες, κατὰ τὸ εἰρημένον ὑπὸ Χριστοῦ· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Οἱ λαγωοὶ καὶ οἱ χοιρογρύλλιοι, οἳ ἐν τοῖς ἀκαθάρτοις ζώοις τάττονται καὶ ἀσθενέσι. Μωϋσῆς τοίνυν, Τὴν κάμηλον καὶ τὸν ὗν καὶ τὸν δασύποδα, ὅπερ ἐστὶ λαγωὸς, οὐκ ἔδεσθε, φησί. Διὰ τούτων οὖν ὁ Δαυῒδ τὰ ἔθνη αἰνίττεται. Οὗτοι γὰρ καταφυγὴν τὴν νοητὴν πέτραν, τὴν Ἐκκλησίαν ἔχουσι, δι' ἧς δυναμοῦνται καὶ καθαίρονται. Ἔλαφοι δὲ, ἐπειδὴ καθαρὰ ζῶα κατὰ τὸν νόμον τυγχάνουσιν, ἀναγκαίως αἱ ψυχαὶ τῶν δικαίων εἰσὶν, ὅσαι τὸν νόμον ἐφύλαξαν. Ἐποίησε σελήνην εἰς καιρούς. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, ἃ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένετο, καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν. Αἱ γὰρ αὐτῆς ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ, ἐν τοσαύταις ἡμέραις αὔξουσά τε καὶ φθίνουσα. Σελήνην δὲ ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγει συναγωγὴν, ἥντινα μέχρι καιρῶν νόμου καὶ τῶν προφητῶν ἔθετο· ἥλιον δὲ τὸν Χριστόν· οὕτω γὰρ αὐτὸν καὶ Μαλαχίας ἔλεγεν· Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα Κυρίου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, ὅστις ἔγνω τὴν ἑαυτοῦ δύσιν. Τὸν γὰρ καιρὸν, καθ' ὃν ἔδει τὸ πάθος οἰκονομῆσαι, ἐγίνωσκεν· ὥστε πρὶν ἐλθεῖν τοῦτον, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώμενος, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτω ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυπτόμενος, καὶ τὸν αὑτοῦ δρόμον τρέχει, καὶ τὰ μέτρα φυλάττει. Ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ἀναγκαία καὶ ταύτης χρεία, καὶ τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συνισταμένη, ἀνάπαυλαν δὲ τοῖς ἀνθρώποις παρεχομένη. Σαφῶς δὲ τὸν σταυροῦ λέγει καιρόν. Τότε γὰρ σκότος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης ἐγένετο, ὅπερ εἰς ὁλόκληρον νύκτα ἕνεκα τοῦ τριημέρου τῆς ἀναστάσεως παρείληπται μυστηρίου. Ἐν αὐτῇ διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς.