Ancient Greek · ~20 min
ΨΑΛΜ. ΡΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 5.1
Not analysed yet
Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε τὰς πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς, ἀντὶ τοῦ, καὶ τούτοις ἡ θεία πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων. Ἀλλ' ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρέχει τροφήν. Θηρία δὲ τοῦ δρυμοῦ καὶ σκύμνους τοὺς δαίμονάς φησιν, οἵτινες ἐν τῷ καιρῷ τοῦ Δεσποτικοῦ σταυροῦ ὠρύοντο, νομίζοντες τότε θήρας ἔχειν καιρόν. Ἔβλεπον γὰρ Ἰούδαν προδεδωκότα, τὸν Πέτρον ἀρνούμενον, τοὺς λοιποὺς ἀποστόλους σκορπισθέντας. Ὠρύοντο τοίνυν ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· πρότερον ἁρπάσαι· οὐκ ἐπιτυχόντες δὲ τῆς ἁρπαγῆς, ζητῆσαι. Οὐδὲ γὰρ ὀκνοῦσι παρὰ τοῦ Θεοῦ ὑπὸ ἀναιδείας τοὺς δικαίους ἐξαιτεῖν εἰς πειρατήρια. Ἢ οὐχὶ τὸν Ἰὼβ ἐξῄτησεν ὁ διάβολος; Ἐξῄτησε δὲ καὶ τοὺς ἀποστόλους παρὰ Χριστοῦ, ὥστε τὸν Κύριον λέγειν· Σίμων, Σίμων, ποσάκις ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι σε, ὡς τὸν σῖτον; Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἡλίου ἀνίσχοντος τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν πρὸ τῆς χθὲς ἡμέρας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐπὶ τοῖς ἔργοις διημερεύουσιν. Ἀναστάντος γὰρ τοῦ Χριστοῦ ὑπεχώρησαν. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Συνήχθησαν, Ὑποχωρήσουσιν ἔγραψε. Ποῦ δὲ ὑπεχώρησαν; Εἰς τὰς ἑαυτῶν μάνδρας, ἔνθα κοιτάζονται ἑρπετῶν δίκην φωλεύοντες. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Εἰκότως· ἐπειδὴ τὸ θαῤῥεῖν τοῖς ὄντως ἀνθρώποις δέδωκεν ἡ τοῦ Χριστοῦ ἀνάστασις, καὶ προέτρεψε μέχρις ἑσπέρας, δηλαδὴ τῆς τοῦ βίου συντελείας, τὸ οἰκεῖον ἔργον ἐργάζεσθαι, τουτέστι τὴν ἀρετήν. Ταύτην γὰρ ἡμῖν ὁ Θεὸς εἰς ἐργασίαν ἔθετο. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ἕκαστον τῶν εἰρημένων λογισάμενος ὁ προφήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν καταμαθὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε, θαυμαστὰ καὶ λίαν ἀξιάγαστα καὶ σοφίας μεστὰ φήσας εἶναι πάντα τοῦ Θεοῦ τὰ ποιήματα. Εὗρε γὰρ καὶ τὴν ὑπό τινων δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρησιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέροντα, καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώποις ἁρμόδια. Θαυμαστὸν δὲ τὸ, Ὡς, καὶ σοφία, ἐν ᾗ πάντα ἐποίησεν, ὁ Κύριός ἐστι· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, Ἣν, ὡς ὑπερβάλλουσαν καὶ λίαν ἀπόκρυφον, οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, καθώς φησιν ὁ Παῦλος. Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· ἀντὶ τοῦ, Παντοδαπῶν ταύτην ἐνέπλησας ἀγαθῶν, τουτέστι, τοῦ ἐγκαινισμοῦ καὶ τῆς ἀνανεώσεως. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. Διὰ τί δὲ, Ἡ γῆ; Ἐπειδὴ εἰς αὐτὴν ὁ κλίνας οὐρανοὺς καταβέβηκε. Πῶς δὲ αὐτὴν ἀνεκαίνισε; Δι' ὑδάτων, ὥσπερ αὐτὴν καὶ ἀπ' ἀρχῆς παρήγαγε, δι' ὑδάτων δὲ τοῦ βαπτίσματος εὔδηλον ὅτι· δηλοῖ γὰρ τὸ ἑπόμενον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη. Μεγάλη μὲν γὰρ ἡ χάρις τοῦ βαπτίσματος, ὡς μεγάλα περιέχουσα μυστήρια· εὐρύχωρος δὲ, ὡς ὅλην χωροῦσα τὴν ἐνέργειαν τοῦ Πνεύματος. Ἑρπετὰ δὲ τοὺς ἁμαρτωλοὺς, διὰ τὸ ἕρπειν αὐτοὺς ἐπὶ τὰ γήϊνα, οἵτινες διὰ τὸ πλῆθος εἰκότως ὑπὲρ ἀριθμὸν λέγονται· ἢ ὅτι μόνοις τοῖς δικαίοις ἀριθμεῖσθαι πρέπει· φησὶ γάρ· Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός. Ζῶα μικρὰ μετὰ μεγάλων. Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ μικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι. Θαλάττῃ τοίνυν τῇ καθ' ἡμᾶς παραβάλλει τὸν ἀνθρώπινον βίον διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον, τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἕτερος· πολυσχιδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν διαπορευόμενα ἐν ταύτῃ τῇ θαλάσσῃ, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, ἀνωτέρω δὲ τοῦ κόσμου· καθάπερ καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν, οὔσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω. Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην ἰδίᾳ νηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ, καθάπερ εἰς ἑτέραν γῆν τινα ἢ χώραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες, κατὰ τὸ γεγραμμένον, καὶ παρεπίδημοι ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ πλοῖα διαπορεύεται. Χρεία καὶ αὕτη τῶν ἀνθρώπων μεγίστη. Διὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον. Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.