Ancient Greek · ~18 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 145 3.1
Not analysed yet
Καὶ πῶς δύναται τὰ ἐντὸς ἡμῶν τὸν Θεὸν εὐλογεῖν; Φωνὴν οὐκ ἔχει, στόμα οὐκ ἔχει, γλῶτταν οὐκ ἔχει. Ἡ μὲν γὰρ ψυχὴ δύναται· τὰ δὲ ἐντὸς πῶς δύναται, μήτε φωνὴν, μήτε γλῶτταν, μήτε στόμα ἔχοντα, εὐλογεῖν τὸν Θεόν; Ὥσπερ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Καθάπερ γὰρ οἱ οὐρανοὶ οὐ γλῶτταν, οὐ στόμα, οὐ χείλη ἔχουσιν, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως ἐκπλήττοντες τοὺς θεατὰς παραπέμπουσι τῷ θαύματι πρὸς τὴν εὐφημίαν τοῦ πεποιηκότος αὐτούς· οὕτω δὴ καὶ τὰ ἐντὸς ἡμῶν ἐὰν ἐπέλθῃς ἅπαντα τῷ λογισμῷ, ἐὰν ἴδῃς τὴν διαφορὰν τῆς ποιότητος, τῆς ἐνεργείας, τῆς δυνάμεως, τῆς συμφωνίας, τῆς διαπλάσεως, τῆς θέσεως, τοῦ ἀριθμοῦ, τῆς ἁρμονίας, ἐκεῖνο τὸ προφητικὸν ἀναφθέγξῃ ῥῆμα· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας. Εἶδες πῶς εὐλογεῖ τὰ ἔγκατα τὸν Θεὸν χωρὶς φωνῆς καὶ στόματος καὶ γλώττης; Τίνος οὖν ἕνεκεν πρὸς τὴν ψυχὴν διαλέγεται; Ἵνα μὴ τῆς γλώττης φθεγγομένης ἐκείνη ῥέμβηται, ὃ πολλάκις καὶ ἐν ταῖς εὐχαῖς πάσχομεν καὶ ἐν ταῖς ὑμνῳδίαις· ἵν' ἑκατέρωθεν ἡ συμφωνία ᾖ. Ὅταν γὰρ εὐχόμενος μὴ ἀκούσῃς τῶν ῥημάτων τοῦ Θεοῦ, πῶς ὁ Θεὸς ἀκουσεταί σου τῆς ἐντεύξεως; Ὅταν οὖν λέγῃ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, τοῦτο λέγει, ἔνδον ἐκ βάθους τῆς καρδίας ἀναφερέσθωσαν αἱ ἱκετηρίαι. Καὶ γὰρ ὁ Παῦλός φησι· Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ μου. Μουσικός τις ἄριστός ἐστιν ἡ ψυχὴ, τεχνίτης ἐστίν· ὄργανόν ἐστι τὸ σῶμα, κιθάρας καὶ αὐλοῦ καὶ λύρας χώραν ἐπέχον. Οἱ μὲν οὖν ἄλλοι μουσικοὶ οὐ διὰ παντὸς μετὰ πάντων τῶν ὀργάνων εἰσὶν, ἀλλὰ ποτὲ μὲν ἀναλαμβάνουσιν αὐτὰ, ποτὲ δὲ ἀποτίθενται· οὐ γὰρ διηνεκὴς ὁ καιρὸς αὐτοῖς τῆς μελῳδίας ἐστί· διόπερ οὐδὲ διηνεκῶς τὰ ὄργανα μεταχειρίζουσι· σὲ δὲ βουλόμενος ὁ Θεὸς διδάξαι, ὅτι διὰ παντὸς ὀφείλεις αὐτὸν ὑμνεῖν τε καὶ εὐλογεῖν, ἥνωσε τῷ τεχνίτῃ τὸ ὄργανον διηνεκῶς. Ὅτι γὰρ διαπαντὸς αἰνεῖν δεῖ, ἄκουσον τί φησιν ὁ Ἀπόστολος· Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Ἐπεὶ οὖν ἀδιαλείπτως προσεύχεσθαι δεῖ, ἀδιαλείπτως ἐστὶ τὸ ὄργανον μετὰ τοῦ τεχνίτου. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Τὸ πρότερον μιᾷ γλώττῃ ἔλεγε ταῦτα ὁ Δαυΐδ· νυνὶ δὲ, ἐπειδὴ ἐτελεύτησε, μυρίαις γλώσσαις ταῦτα φθέγγεται, οὐ ταῖς παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ ταῖς πανταχοῦ τῆς οἰκουμένης. Εἶδες ὅτι οὐ τέθνηκεν, ἀλλὰ ζῇ; Πῶς γὰρ τέθνηκεν ὁ τοσαύτας ἔχων γλώττας, καὶ διὰ τοσούτων στομάτων φθεγγόμενος; Μέγα ἀληθῶς αἶνος· ἐκκαθαίρει γὰρ τὴν ἡμετέραν ψυχὴν, καὶ πολλὴν ἡμῖν ἐντίθησι τὴν εὐλάβειαν. Βούλει μαθεῖν, πόση τῶν εἰς Θεὸν ὕμνων ἡ δύναμις; Ὑμνοῦντες οἱ τρεῖς παῖδες, οὕτω τὴν κάμινον ἔσβεσαν τὴν Βαβυλωνίαν· μᾶλλον δὲ οὐκ ἔσβεσαν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, καιομένην τὴν φλόγα, ὡσεὶ πηλὸν, κατεπάτησαν τοῖς ποσίν. Οὗτος ὁ ὕμνος εἰς δεσμωτήριον εἰσελθὼν ἐπὶ τοῦ Παύλου τὰ δεσμὰ ἔλυσε, τὰς θύρας ἀνέῳξε τοῦ δεσμωτηρίου, τὰ θεμέλια διέσεισε, καταπλήξει πολλῇ τὸν δεσμοφύλακα ἐφόβησε. Κατὰ γὰρ τὸ μεσονύκτιον ὕμνουν, φησὶν, ὁ Παῦλος καὶ ὁ Σίλας. Εἶτα τί γέγονε; Τί; Τὸ καινὸν καὶ παράδοξον πάντως· τὰ δεσμὰ ἐλύθη, οἱ δεδεμένοι τοὺς λελυμένους ἔδησαν· καὶ μὴν δεσμῶν φύσις ἐστὶ, τὸ δεδεμένον ἐν ἀκριβείᾳ πολλῇ κατέχειν καὶ ὑποχείριον ποιεῖν· νυνὶ δὲ ὁ δεσμοφύλαξ λελυμένος πρὸς τοὺς πόδας ἦλθε τοῦ δεδεμένου Παύλου. Δεσμῶν μὲν γὰρ τῶν αἰσθητῶν φύσις ἐστὶ, κατέχειν τὸν δεδεμένον· δεσμῶν δὲ τῶν διὰ Χριστὸν τοσαύτη ἡ δύναμις, ὥστε τοὺς λελυμένους τοῖς δεδεμένοις ὑποχειρίους ποιεῖν. Εἰς τὴν ἐσωτέραν αὐτοὺς ἔβαλε φυλακὴν, καὶ ἔνδον ὄντες τὰς ἔξω θύρας ἀνέῳξαν. Τοὺς πόδας αὐτῶν ἠσφαλίσατο τῷ ξύλῳ, καὶ οἱ πόδες αὐτῶν οἱ ἠσφαλισμένοι τῶν ἄλλων τὰς χεῖρας ἔλυσαν. Εἶτα προσέπεσεν αὐτῷ, φησὶν, ὁ δεσμοφύλαξ, δεδοικὼς, τρέμων, στένων, ἀγωνιῶν, δακρύων. Τί ποτε γέγονεν; οὐ σὺ ἔδησας; οὐ σὺ ἐν ἀσφαλείᾳ κατέσχες; Καὶ τί θαυμάζεις, ἄνθρωπε, εἰ τὸ δεσμωτήριον ἀνέῳξεν, ὅπου γε καὶ τοὺς οὐρανοὺς ἀνοίγειν ἔλαβεν ἐξουσίαν. Ὅσα ἂν δήσητε, φησὶν, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς Ἁμαρτημάτων ἔλυσε δεσμά· τί θαυμάζεις, εἰ σιδήρου λύει δεσμά; Δαιμόνων ἔλυσε δεσμὰ, ψυχὰς δεδεμένας ὑπ' αὐτοῖς ἀπήλλαξε· καὶ τί θαυμάζεις, εἰ τὰς τῶν δεσμωτῶν ἁλύσεις ἀνῆκε; Καὶ ὅρα διπλοῦν τὸ θαῦμα· ἔλυσε πάλιν, καὶ ἔδησεν. Ἔλυσε μὲν γὰρ τὰ δεσμὰ, ἔδησε δὲ αὐτῶν τὴν καρδίαν. Ὅτι γὰρ λελυμένοι ἦσαν, οὐκ ᾔδεισαν. Ἀνέῳξε καὶ ἔκλεισεν· ἀνέῳξε μὲν γὰρ τὰς τοῦ δεσμωτηρίου θύρας, ἔκλεισε δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας δεσμωτῶν, ὥστε μὴ αἰσθάνεσθαι τῶν θυρῶν ἐκείνων ἀνεῳγμένων, ἵνα μὴ καὶ τῇ ἀδείᾳ ἀποχρησάμενοι εἰς φυγὴν ἀποπηδήσωσιν. Εἶδες καὶ δεσμοῦντα καὶ λύοντα, καὶ ἀνοίγοντα καὶ κλείοντα;