Ancient Greek · ~18 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 145 4.1
Not analysed yet
Διὰ τοῦτο ἐν νυκτὶ ταῦτα ἐγίνετο, ἵνα ἀθορύβως τὸ πρᾶγμα γένηται καὶ χωρὶς ταραχῆς πάσης. Οὐδὲν γὰρ πρὸς ἐπίδειξιν οὐδὲ φιλοτιμίαν ἐποίουν οἱ ἀπόστολοι. Προσέπεσεν αὐτῷ ὁ ἀρχιδεσμοφύλαξ. Τί οὖν ὁ Παῦλος; Εἶδες αὐτοῦ τὸ θαῦμα; εἶδες αὐτοῦ τὰ παράδοξα ἔργα; Θέασαι αὐτοῦ καὶ τὴν κηδεμονίαν, θέασαι αὐτοῦ τὴν φιλανθρωπίαν. Ἀνεβόησε, φησὶ, καὶ εἶπε· Μηδὲν ποιήσῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Τὸν δήσαντα πικρῶς οὐκ ἀφῆκεν ἀποθανεῖν πικρῶς, οὐκ ἐμνησικάκησε. Πάντες γάρ ἐσμεν ἐνθάδε, φησίν. Ὅρα τὸ ἄτυφον. Οὐκ εἶπε, Ταῦτα τὰ παράδοξα ἐγὼ ἐποίησα, ἀλλὰ τί; Πάντες γάρ ἐσμεν ἐνθάδε. Μετὰ τῶν δεσμωτῶν ἑαυτὸν ἠρίθμησεν ὁ Παῦλος. Ἰδὼν δὲ ἐκεῖνος ἐθαύμασε τὸ γεγονὸς, ἐξεπλάγη ἐπὶ τῷ θαύματι, ηὐχαρίστησε τῷ Θεῷ. Ἄξιος ὄντως πολλῆς κηδεμονίας καὶ φιλανθρωπίας ὁ δεσμοφύλαξ· οὐκ ἐνόμισεν εἶναι γοητείαν τὰ γεγενημένα. Τίνος οὖν ἕνεκα οὐκ ἐνόμισεν εἶναι γοητείαν τὰ γινόμενα; Ἤκουσεν αὐτῶν ὑμνούντων τὸν Θεόν· γόης δὲ οὐδέποτε ὑμνεῖ τὸν Θεόν. Πολλοὺς γόητας ἐδέξατο, ἐπεὶ δεσμοφύλαξ ἦν· ἀλλ' οὐδέποτε ἐκείνων οὐδεὶς τοιοῦτον ἐπεδείξατο ἔργον, οὐκ ἔλυσε δεσμὰ, οὐκ ἐπεδείξατο κηδεμονίαν τοιαύτην. Καὶ γὰρ εἵλετο δεδέσθαι ὁ Παῦλος, καὶ μὴ φυγεῖν, ὥστε ἐκεῖνον ἀπαλλάξαι τῆς τελευτῆς. Εἰσεπήδησε γὰρ, ξίφος ἔχων ἐν ταῖς χερσὶ καὶ λαμπάδα· καὶ γὰρ ἐβούλετο ὁ διάβολος διὰ τῆς σφαγῆς προεξαρπάσαι αὐτὸν τῆς μετανοίας, ἀλλ' εὐτονωτέρᾳ φωνῇ τὴν σωτηρίαν αὐτοῦ τῆς ψυχῆς ὀξύτερον ἐκέρδανεν ὁ Παῦλος. Οὐ γὰρ ἁπλῶς ἐβόησεν, ἀλλὰ μεγάλῃ φωνῇ, λέγων· Πάντες ἐσμὲν ἐνθάδε. Ἐθαύμασε τὴν κηδεμονίαν ὁ δεσμοφύλαξ, προσέπεσε τῷ δεδεμένῳ ὁ λελυμένος, καὶ τί φησιν; Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Σὺ ἔδησας, καὶ σὺ ἐν ἀπορίᾳ εἶ; σὺ ἠσφαλίσω τῷ ξύλῳ, καὶ σὺ ζητεῖς τρόπον μετανοίας καὶ σωτηρίας; Εἶδες θερμότητα; εἶδες σπουδήν; Οὐκ ἀνεβάλετο, ἀλλ' ἐπειδὴ ἀπελύθη τοῦ φόβου, οὐκ ἀπελύθη τῆς εὐεργεσίας, ἀλλὰ εὐθέως ἐπὶ τὴν σωτηρίαν τῆς ψυχῆς ὁρμᾷ τῆς ἑαυτοῦ. Νὺξ ἦν, καὶ μέση νύξ. Οὐκ εἶπε· Σκεψώμεθα, ἡμέρα γενέσθω· ἀλλ' εὐθέως ἐπὶ τὴν σωτηρίαν ἔδραμε. Μέγας τίς ἐστιν οὗτος ὁ ἀνὴρ, φησὶν, ὑπερβαίνει τὴν φύσιν τὴν ἀνθρωπίνην. Εἶδον αὐτοῦ τὸ θαῦμα, ἐθαύμασα τὴν φιλανθρωπίαν. Μυρία κακὰ ὑπ' ἐμοῦ παθὼν, ἐν τοῖς ἐσχάτοις ὢν, ἐμὲ τὸν δήσαντα εἰς χεῖρας λαβὼν, δυνάμενος διαχειρίσασθαι, οὐ μόνον οὐδὲν ἐποίησεν, ἀλλὰ καὶ μέλλοντα σφάττειν ἑαυτὸν, καὶ τὸ ξίφος ὠθεῖν διὰ τοῦ λαιμοῦ, ἐκώλυσεν. Εἰκότως φησί· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ, Οὐ γὰρ δὴ τὰ θαύματα μόνον ἐπὶ τῶν ἀποστόλων ἐπεσπάσατο τοὺς πιστεύοντας, ἀλλὰ πρὸ τῶν θαυμάτων ὁ βίος. Διὰ τοῦτό φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἶδες θερμότητα τοῦ δεσμοφύλακος; Βλέπε καὶ τοῦ Παύλου θερμότητα. Οὐκ ἀνεβάλλετο, οὐχ ὑπερεῖδεν· ἀλλ' ἐν τοῖς δεσμοῖς ὢν, ἐν τῷ ξύλῳ ὢν, ἐν ταῖς πληγαῖς, εὐθέως αὐτὸν ἐμυσταγώγησε, καὶ μετ' ἐκείνου τὴν οἰκίαν ἅπασαν, καὶ μετὰ τὸ πνευματικὸν λουτρὸν, καὶ μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, παρέθηκεν αὐτῷ καὶ τὴν σαρκικήν. Ἀλλὰ τίνος ἕνεκεν ἔσεισε τὸ δεσμωτήριον; Διεγεῖραι τὸν δεσμοφύλακα ἐβούλετο πρὸς τὴν θέαν τῶν γινομένων· ἔλυσε τὰ αἰσθητὰ δεσμὰ τῶν συνδεσμωτῶν, ἵνα λύσῃ τὰ νοητὰ δεσμὰ τοῦ δεσμοφύλακος. Ἀπεναντίας τούτων ἐποίησεν ὁ Χριστός. Προσῆλθεν αὐτῷ παραλελυμένος ἄνθρωπος διπλῆν τινα πάρεσιν ἔχων, τὴν μὲν ἀπὸ τῶν ἁμαρτημάτων, τὴν δὲ ἀπὸ τοῦ σώματος. Πρότερον τὴν ἀπὸ τῶν ἁμαρτημάτων πάρεσιν ἔλυσεν, οὕτως εἰπών· Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Εἶτα ἐπειδὴ ἀμφέβαλλον ἐκεῖνοι, καὶ ἐβλασφήμουν, καὶ ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, βουλόμενος αὐτοῖς δεῖξαι, ὅτι Θεός ἐστιν ἀληθῶς, βουλόμενος αὐτοὺς κρῖναι ἐκ τοῦ στόματος αὐτῶν, ἵνα μέλλῃ λέγειν, Ἐκ τοῦ στόματός σου κρινῶ σε· σὺ εἶπας, ὅτι οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός· ἰδοὺ ἀφίημι, φησὶν, ἁμαρτίας, καὶ ὁμολόγησόν μου τὴν θεότητα· ἀπὸ τῆς σῆς κρίσεως ἐκφέρω τὴν ψῆφον. Ἀλλ' ἐκεῖ μὲν προτέρα ἡ νοητὴ, ὑστέρα δὲ ἡ αἰσθητή· ἐνταῦθα δὲ τὸ ἐναντίον, πρότερον τὰ αἰσθητὰ δεσμὰ, καὶ τότε τὰ νοητὰ ἀνῄρητο. Εἶδες πόση τῶν ὕμνων ἡ δύναμις; πόσον ἰσχύει αἶνος; πόσον ἰσχύει εὐχή; Ἀεὶ μὲν οὖν μεγάλη τῆς εὐχῆς ἡ δύναμις· τὸ δὲ μετὰ νηστείας εἶναι εὐχὴν, δυνατωτέραν ποιεῖ τὴν ψυχήν. Νῦν σωφροσύνη λογισμῶν παρ' ἡμῶν πολλὴ, νῦν διεγείρεται διάνοια, καὶ τὰ ἄνω περιβλέπει πάντα ἡ ψυχή. Διὰ τοῦτο ἀεὶ τῇ νηστείᾳ τὴν προσευχὴν συνέζευξεν ἡ Γραφή. Πῶς καὶ πότε; Μὴ ἀποστερεῖτε ἀλλήλους, φησὶν, εἰ μή τι ἂν ἐκ συμφώνου, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ. Καὶ πάλιν ἀλλαχοῦ, Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Πάλιν δὲ ἀλλαχοῦ, Προσευξάμενοι, φησὶ, καὶ νηστεύσαντες, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.