Ancient Greek · ~18 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 3.1
Not analysed yet
Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Τὰ ἀκροθίνια τῆς κλήσεως, ἡ τυραννὶς τῆς ἁμαρτίας. Διότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα· οἱ μὲν γὰρ ὑπὸ ἀσεβείας ἐτυραννοῦντο, οἱ δὲ ἐν Ἰουδαϊσμῷ καὶ ἀπογνώσει ὑπὸ τῆς ἁμαρτίας κατείχοντο· διὰ τοῦτο τοίνυν ἐλθὼν ἐκ προοιμίων τὰ ἀκροθίνια τῶν προημαρτηκότων ἐκάλεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τοὺς μάγους. Ἅρπαξ εἶ; Ἐννόησον τὸν τελώνην. Ἀκάθαρτος εἶ; Ἐννόησον τὴν πόρνην. Ἀνδροφόνος εἶ; Ἐννόησον τὸν λῃστήν. Παράνομος εἶ; Ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα ἀπόστολον· πρότερον διώκτην, καὶ μετὰ ταῦτα εὐαγγελιστήν· πρότερον μοιχὸν, καὶ μετὰ ταῦτα νυμφαγωγόν· πρότερον ζιζάνιον, καὶ μετὰ ταῦτα σῖτον· πρότερον λύκον, καὶ μετὰ ταῦτα ποιμένα· πρότερον μόλυβδον, καὶ μετὰ ταῦτα χρυσόν· πρότερον πειρατὴν καὶ καταποντιστὴν, καὶ μετὰ ταῦτα κυβερνήτην· πρότερον πορθοῦντα τὴν Ἐκκλησίαν, καὶ μετὰ ταῦτα πιστευόμενον τὴν Ἐκκλησίαν· πρότερον ἐκκόπτοντα τὰς ἀμπέλους, καὶ μετὰ ταῦτα φυτουργὸν γινόμενον· πρότερον καθαιροῦντα τὸν ναὸν, καὶ μετὰ ταῦτα οἰκοδόμον γινόμενον. Εἶδες ὑπερβάλλουσαν κακίαν; εἶδες ἀκμάζουσαν ἀρετήν; εἶδες ἀπόνοιαν δούλου; εἶδες φιλανθρωπίαν Δεσπότου; Μή μοι λέγε, Βλάσφημός εἰμι· μή μοι λέγε, Διώκτης εἰμὶ, ἀκάθαρτός εἰμι. Ἔχεις πάντων τὰ ὑποδείγματα. Εἰς οἷον θέλεις λιμένα κατάφυγε. Θέλεις ἐν τῇ Καινῇ; θέλεις ἐν τῇ Παλαιᾷ; Ἐν τῇ Καινῇ ὁ Παῦλος, ἐν τῇ Παλαιᾷ ὁ Δαυΐδ. Μή μοι λέγε προφάσεις, μή μοι ὄκνον. Ἥμαρτες; Μετανόησον. Μυριάκις ἥμαρτες; Μυριάκις μετανόησον. Ταῦτα συνεχῶς ἐπαλείφω τὰ φάρμακα, καὶ τὴν φλεγμονὴν καταστέλλω. Οἶδα γὰρ ὅση τοῦ συνειδότος ἡ ἀτιμία τῶν ἡμαρτηκότων· οἶδα ὅση ἡ ἀπόγνωσις. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων ταῦτα τὰ ῥήματα. Ὅλην τὴν νεότητά σου κατῄσχυνας, τὸν βίον σου ὅλον ἀπώλεσας. Πρότερον ἦς πόρνος, μετὰ ταῦτα ἥρπασας, ἐπλεονέκτησας, ἐπιώρκησας, ἐβλασφήμησας. Ποία σοι ἐλπὶς σωτηρίας; Ἀπώλου. Λοιπὸν ἀπόλαυε κἂν τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα, ἀλλὰ τὰ ἐμὰ ἐναντία. Ἀπώλου; Ἀλλὰ δύνασαι σωθῆναι. Ἐπόρνευσας; Ἀλλὰ δύνασαι σωφρονῆσαι. Ἐμοίχευσας; Ἀλλὰ δύνασαι σωτηρίας τυχεῖν. Ἔπεσες; Ἀλλὰ δύνασαι ἀναστῆναι. Μικρὰ ἡ μετάνοιά σου; Ἀλλὰ μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐφόνευσας; Ἀλλὰ μετανόησον. Ἐπλεονέκτησας; Ἀλλὰ μετάγνωθι. Ἐμοίχευσας; Ἀλλὰ ἀπόστηθι. Ἐτραυματίσθης; Ἀλλὰ θεραπεύθητι. Ἕως ὅτε ἐμπνέεις, ἐν ἐσχάτῃ ἡμέρᾳ, ἐπ' αὐτῆς τῆς κλίνης, ἐὰν ᾖς κείμενος ψυχοῤῥαγῶν, μέλλων ἐξιέναι τοῦ θεάτρου τούτου καὶ τοῦ βίου, τότε μετανόησον. Τοῦ καιροῦ ἡ στενοχωρία οὐ κωλύει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Μή μοι λέγε, Πῶς, καὶ ποίῳ τρόπῳ; Ἑλκῶν γέμω, καὶ τραυμάτων ἐμπέπλησμαι· ἐν ἐσχάτῃ ἡμέρᾳ δύναμαι ἐξομολογήσασθαι; Δύνασαι, καὶ σφόδρα δύνασαι. Εὖξαι, ἐλεημοσύνην ἔργασαι, ἐν διαθήκῃ κατάλιπε πτωχοῖς. Σὺ ἐκεῖ ἀπέρχῃ, καὶ τὸ ἔργον σου μένει. Καὶ μή μοι τῶν αἱρετικῶν τὴν γνώμην εἴσαγε· μή μοι λέγε· Πῶς σώζομαι; Ὅταν ἐργάζηται Θεὸς, εὐθύνας μὴ ἀπαίτει· ἐπειδὰν ἐκεῖνος θεραπεύῃ, μὴ ἀπογίνωσκε. Ἕστηκεν ἰατρὸς τέμνων, καὶ μυρία ἐπάγων φάρμακα, καὶ οὐ λέγεις, Πῶς θεραπεύεις; ἀλλὰ παραχωρεῖς τῇ τέχνῃ. Τοῦ συνδούλου τῇ τέχνῃ παραχωρεῖς, καὶ οὐ περιεργάζῃ· καὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ οὐ παραχωρεῖς; Μὴ λέγε, Πῶς; ἀλλὰ θαύμαζε, ἀλλ' ἐκπλήττου, ἀλλὰ δόξαζε. Ἐπεὶ ἐρωτῶ σε κἀγὼ, πῶς ὁ λῃστὴς ἐσώθη; Πάντα τὸν βίον αὐτοῦ ἐν φόνοις, ἐν σφαγαῖς, ἐν αἵμασιν ἐτέλεσε, τοίχους διώρυξεν, οὐσίας διήρπασεν· οὐ μετέγνω, οὐ μετενόησεν ἐν τῇ γῇ ὤν. Παρὰ ἀνθρώποις κατεδικάσθη, καὶ παρὰ Θεοῦ ἐστεφανώθη. Ζωῆς οὐκ ἦν κύριος, καὶ βασιλείας ἐγένετο κύριος. Τὰ ἐνταῦθα ἀπώλεσε, καὶ τὰ ἐκεῖ ἔλαβε. Πῶς ἔλαβεν; εἰπέ μοι. Ἑνὶ ῥήματι. Τί γὰρ εἶπε; Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Καὶ τὸ ῥῆμα ἴσχυσεν; Οὐ τὸ ῥῆμα ἴσχυσε μόνον, ἀλλὰ καὶ ἡ τοῦ Θεοῦ φιλανθρωπία κερασθεῖσα τῇ μετανοίᾳ τὸν λῃστὴν ἐποίησε παραδείσου πολίτην. Πῶς; Οὐκ οἶδα πῶς. Μή με ἀπαίτει τὸν τρόπον· σωθῆναι ζητῶ μόνον, οὐ περιεργάζομαι τὸν τρόπον τῆς ὑγείας. Ἀπάλλαξόν με, παρακαλεῖς τῷ ἰατρῷ, τῆς ἀῤῥωστίας, καὶ οὐ τολμᾷς εἰπεῖν, Πῶς; Θεός ἐστιν ὁ σώζων σε, καὶ τολμᾷς εἰπεῖν, Πῶς; Πόσοι μοιχοὶ, μαλακοὶ, ἀρσενοκοῖται, πόσοι ἐπὶ τυραννίδι ἁλισκόμενοι δεσμωτήριον οἰκοῦσι; Μυρίαι κατηγορίαι, πικροὶ οἱ ἐχθροὶ, δυναστεία μεγάλη. Νεύει ὁ βασιλεὺς μόνον, καὶ ἀφίενται. Βασιλεὺς, ὁ σύνδουλός μου (τί γὰρ εἰ πορφυρίδα περιβέβληται; Οὐδὲν πλέον ἔχει τῆς οὐσίας μου, τὸ αὐτό μοι φῦλόν ἐστι), νεύει, καὶ ἀφίενται· καὶ μικρὰ γραμματεῖα, καὶ ἀπολύεται ὁ κατάδικος. Οὐκ ἄρχων ἀντιλέγει, οὐ δεσμοφύλαξ ἀντιπίπτει, οὐ νόμων αὐθεντίαι ἀντίκεινται· ἀλλὰ τὸ ἀξίωμα γὰρ βασιλέως γίνεται ἀπαλλαγὴ τοῦ κατεχομένου. Καὶ ὁ Θεὸς, ὁ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων Δεσπότης, ἐὰν νεύσῃ μόνον, σῶσαι οὐ δύναται; Καὶ βασιλεὺς μὲν, ἂν ἀφῇ, κολάσεως ἀφίησιν, οὐχ ἁμαρτίας· ὁ δὲ Δεσπότης μου ἁμαρτίας ἀφίησι. Λέγει, Οὐ θέλω τὸν μοιχὸν εἶναι μοιχὸν, καὶ ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο. Λέγει, Ὁ πόρνος μὴ ἔστω πόρνος, καὶ ὁ λόγος αὐτοῦ μετέβαλεν ἐκείνου τὸν τρόπον, καὶ ἤμβλυνε τὴν ἁμαρτίαν.