Ancient Greek
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In resurrectionem domini [Sp.] 1
Not analysed yet
Λαμπρὰ τῆς δεσποτικῆς ἀναστάσεως τὰ σύμβολα· πέπαυται δόλος καὶ φθόνος ἐξώρισται, καταπεπάτηται μάχη, εἰρήνη τιμᾶται καὶ διαλέλυται πόλεμος. Οὐκέτι πενθοῦμεν Ἀδὰμ τὸν πρωτόπλαστον ἀλλὰ τὸν δεύτερον Ἀδὰμ δοξάζομεν, οὐκέτι τὴν παραβᾶσαν ὀνειδίζομεν Εὕαν ἀλλὰ τὴν θεοτόκον Μαρίαν μακαρίζομεν, οὐκέτι τὸ ξύλον ἀποστρεφόμεθα ἀλλὰ τὸν σταυρὸν τοῦ κυρίου βαστάζομεν, οὐκέτι τὸν ὄφιν φοβούμεθα ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον δυσωποῦμεν, οὐκέτι εἰς γῆν κατερχόμεθα ἀλλ' εἰς οὐρανοὺς ἀνατρέχομεν, οὐκέτι ἔξω τοῦ παραδείσου γινόμεθα ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ αὐλιζόμεθα, οὐκέτι ἀκούομεν ἰουδαϊκῶς «νυκτὶ ὡμοίωσα» τὴν ἡμέραν σου ἀλλὰ ψάλλομεν πνευματικῶς· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Διὰ τί; ὅτι οὐκέτι ὁ ἥλιος σκοτίζεται ἀλλὰ πάντα φωτίζεται, οὐκέτι τὸ καταπέτασμα ῥήγνυται ἀλλ' ἡ ἐκκλησία γνωρίζεται, οὐκέτι βαΐα τῶν φοινίκων βαστάζομεν ἀλλὰ τοὺς νεοφωτίστους περιφέρομεν.