Ancient Greek
Sect 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In resurrectionem domini [Sp.] 2
Not analysed yet
«Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Αὕτη ἡ ἡμέρα, αὕτη καὶ οὐκ ἄλλη· μία γὰρ βασίλεια καὶ οὐ πολλαὶ τυραννίδες. Αὕτη ἡ ἡμέρα ἡ κυριώνυμος, ἡ τροπαιοῦχος, ἡ τῆς ἀναστάσεως ἔθιμος καὶ τῆς χάριτος καλλωπίστρια καὶ τοῦ λογικοῦ ἀμνοῦ διαμερίστρια, ἡ τῶν ἀναγεννηθέντων γαλακτοδότρια καὶ τῶν πενήτων οἰκονομήτρια. «Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», μὴ εἰς καπηλεῖα τρέχοντες ἀλλ' εἰς μαρτύρια σπεύδοντες, μὴ μέθην τιμῶντες ἀλλὰ συμμετρίαν ἀγαπῶντες, μὴ ἰουδαϊκῶς σκιρτῶντες ἀλλ' ἀποστολικῶς τρυφῶντες, μὴ ἐν ταῖς ἀγοραῖς παίζοντες ἀλλ' ἐν τοῖς οἴκοις ψάλλοντες. Ἀναστάσεως ἡ παροῦσα ἡμέρα οὐχ ὕβρεως. οὐδεὶς ὀρχούμενος εἰς οὐρανοὺς ἀναβαίνει, οὐδεὶς μεθύων βασιλεῖ παρίσταται. Μηδεὶς τοίνυν ἡμῶν ταύτην τὴν ἡμέραν ἀτιμάσῃ, τὴν διὰ τοῦ νόμου πάλαι τυπωθεῖσαν, τὴν μετὰ ἀπειλῆς ἐπαγγελθεῖσαν, τὴν διὰ τῆς προφητικῆς φωνῆς κηρυχθεῖσαν, τὴν διὰ τῆς τῶν πατέρων ἐπαγγελίας προσδοκηθεῖσαν, τὴν διὰ τῆς τῶν ἀποστόλων αὐτοψίας πληρωθεῖσαν, τὴν διὰ τῆς ἐκκλησιαστικῆς πίστεως προσδεχθεῖσαν.