Ancient Greek · ~2 min
Chapter 40
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 40.1
Not analysed yet
Διὰ τοῦτο ἀπὸ τούτου τοῦ πάσχα ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, οὐ γὰρ βάλλω τοὺς μαργαρίτας τοῖς χοίροις, οὐ δίδωμι τὸ ἅγιον τοῖς κυσίν, ὁ δὲ πάλαι δουλεύων ἐν ἁμαρτίαις τὴν καρδίαν περιτμηθήσεται, καὶ τῆς πικρᾶς δουλείας ἀπαλλαγεὶς οὕτω μετ' εὐγενείας τῷ μυστηρίῳ προσελεύσεται καὶ τότε μετ' ἐλευθερίας τὸ πάσχα βρώσεται ἐλευθερίως· »Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς» δουλείας καὶ »κατάρας, κατάρα γενόμενος ὑπὲρ ἡμῶν».