Ancient Greek · ~2 min
Chapter 58
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 58
Not analysed yet
Ὡς δὲ καὶ πολλοὶ τῶν δικαίων εὐαγγελιζόμενοι καὶ προφητεύοντες καὶ τὸν ἐν ἀναστάσει πρωτότοκον ἐκ τῶν νεκρῶν <**>,ὁ δὲ καὶ τὴν τριήμερον ὑπὸ γῆν ὑπομόνην ἐνέσχετο, ἵνα ὅλον καὶ πᾶν σώσῃ τὸ τῶν ἀνθρώπων γένος, τὸ πρὸ νόμου, <τὸ διὰ νόμου,> τὸ δι' ἑαυτοῦ. Τάχα δὲ καὶ ἵνα ὁλόκληρον ἐξαναστήσῃ τὸ ζῶον, ψυχὴν καὶ πνεῦμα καὶ σῶμα, διὰ τοῦτο καὶ τριημερεύει.