Ancient Greek · ~1 min
Chapter 59
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 59
Not analysed yet
Ἀναστάντα δὲ αὐτὸν πρῶτον ὁρῶσιν αἱ γυναῖκες· ὡς γὰρ πρώτη τὴν ἁμαρτίαν τὴν ἐν κόσμῳ ἤγαγε γυνή, οὕτω καὶ πρώτη τῷ κόσμῳ ζωὴν ἐπαγγέλλει. Διὸ καὶ ἀκούουσι τὴν ἱερὰν φωνήν· »Γυναῖκες χαίρετε», ἵνα ἡ πρώτη λύπη διὰ τῆς χαρᾶς τῆς ἀναστάσεως καταποθῇ.