Ancient Greek · ~4 min
Chapter 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 7.1
Not analysed yet
Οἱ μὲν οὖν τύποι καὶ τὰ σύμβολα καὶ τὰ μυστήρια, ἐν Ἰσραὴλ μὲν ὁρατῶς γινόμενα, ἐν ἡμῖν δὲ πνευματικῶς τελεσιουργούμενα. Μικρὰ δὴ περὶ τούτων διαλεχθέντες οὕτως ἐπαγάγωμεν τὰ τῆς ἀληθείας μυστήρια· τίς μετὰ τὸν νόμον Ἰησοῦ Χριστοῦ ἐπιδημία, διὰ τί δὲ ἦλθε καὶ μετὰ σώματος· τί τὸ πάσχα ὃ ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν, διὰ τί δὲ ὁ λόγῳ νεκροὺς ἀναστήσας οὐχὶ καὶ πάντῃ τῷ θανάτῳ ἐπετίμησε ζῶν, διὰ τί δὲ καὶ ὅλως ὑπέμεινε θάνατον διὰ ξύλου· τίς ἡ ἄκανθα ἣν ἐστεφανώσατο, ἢ τί τὸ ὄξος ὃ ἔπιε καὶ ἡ χολή, καὶ τίς ἡ ἀνοιγομένη πλευρὰ ἐξ ἧς ἔρρευσεν αἷμα καὶ ὕδωρ· διὰ τί εὔχεται παρελθεῖν τὸ ποτήριον ὃ πάντως ἦλθε πιεῖν· τίνες οἱ λῃσταὶ οἱ συγκρεμάμενοι, καὶ τίς ὁ ἐξ ἀμφοτέρων ἐν τῷ παραδείσῳ· διὰ τί τὸ πνεῦμα παρακατατίθεται ἐν ταῖς χερσὶ τοῦ πατρός, τὸ δὲ σῶμα ἐν τῷ καινῷ μνημείῳ, τί ἦν τὸ ἐσόμενον »ἐν τῷ παραδείσῳ» καὶ γινόμενον »σήμερον»· τίς ἡ τριήμερος ἣν ὑπὸ γῆν ἔμεινε, διὰ τί δὲ πρῶται αὐτὸν ὁρῶσιν αἱ γυναῖκες καὶ εὐαγγελιζόμενος λέγει· »Γυναῖκες χαίρετε».