Ancient Greek · ~2 min
Chapter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 6) [Sp.] 8.1
Not analysed yet
Ταῦτα ἡμῶν τῆς ἱερᾶς ἑορτῆς τὰ ἐδέσματα, αὕτη ἡ τράπεζα ἡ πνευματική, αὕτη ἡ ἀθάνατος τροφὴ καὶ τρυφή· ἐπισιτισάμενοι δὲ τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν καὶ πίοντες τὸ τῆς εὐφροσύνης ποτήριον, αὐτὸ τὸ ζέον καὶ ἔμπυρον, αἷμα μὲν δὴ ἄνωθεν θερμῷ τυπωθὲν πνεύματι, λόγῳ ἀναλαβόντες <εἴπωμεν> πρῶτον μὲν τίς νόμος καὶ τίς νόμου οἰκονομία, οὕτως γὰρ γνωσόμεθα ἐκ παραβολῆς τίς λόγος καὶ τίς λόγου ἐλευθερία.