Ancient Greek · ~2 min
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 1
Not analysed yet
Χθὲς μέν, ἀδελφοί, περὶ τῆς προθεσμίας τοῦ ἁγίου πάσχα τινὰ ἐλαλοῦμεν καί, ἐπειδὴ ἔδοξέ τις ἀμφιβολία γίνεσθαι, ἐσημάναμεν ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πρὸ πολλοῦ οὔτε τὴν ἀμφιβολίαν ἠγνοήσαμεν οὔτε τὴν προθεσμίαν, καὶ περὶ τούτων ἀρκούντως ἐρρήθη, εἴ γε ἐν μνήμῃ τῶν εἰρημένων τὴν δύναμιν ἔχετε· ἠπείγμεθα δὲ εἰπεῖν σήμερον τὴν αἰτίαν τῆς παρολκῆς καί, ἐπείπερ ἡ τοιαύτη διήγησις ἀπαιτεῖ ὅλου τοῦ πρὸς τὸ πάσχα τόπου τὴν θεωρίαν, βουλόμεθα, ἐὰν καὶ ὁ κύριος βούληται, ἀναλαβεῖν τὴν ὑπόθεσιν καὶ ὅση δύναμις ἐξειπεῖν τοῦ μυστηρίου τὰ θεωρήματα.