Ancient Greek · ~2 min
Sect 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 2
Not analysed yet
Καὶ ἐπείπερ πολλὴ καταδρομὴ τῶν ἐναντίων γίνεται ἀγνοούντων τῆς ἀληθείας τὴν φύσιν καὶ αἱρετικοὶ ἀποσκιρτήσαντες φαίνονται καὶ Ἰουδαῖοι ἐπαγγέλλονται πάσχα τελεῖν, Χριστιανῶν δὲ μόνων τὸ μυστήριον τοῦτό ἐστιν καὶ ἡ τοῦ μυστηρίου τελετὴ παρ' ἡμῖν μετὰ ἀκριβείας συνίσταται, θέλω ἁπάντων τε ἐκείνων συντόμως μνησθῆναι καὶ ἀπαμφιάσαι τὴν σύγχυσιν ἀπὸ τοῦ καθ' ἡμᾶς μυστηρίου καὶ οὕτως ἑκάστου χρόνου εἰπεῖν τὴν διάνοιαν, καθὼς ἂν δῷ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ.