Ancient Greek · ~2 min
Sect 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 12
Not analysed yet
Ἔχω μάρτυρας σοφοὺς Ἑβραίους. Οὐ γὰρ νῦν τῇ τῶν Ἰουδαίων ἀφροσύνῃ προσέχειν χρή—πάντα γὰρ τὰ τοῦ νόμου δίκαια ἐξηφάνισαν αὐτοί—, ἀλλὰ τῶν σοφῶν Ἑβραίων ἱστορούντων ἀκούειν προσήκει· καὶ ἐκείνων ἀνάγκη τὴν ψῆφον ὁρίζειν καὶ ἐκκηρύττειν μὲν τούτους ὡς παραβάτας, συνιστάνειν δὲ τὸν ἡμέτερον λόγον κἀκεῖθεν ἱκανῶς μαρτυρούμενον. Ἰουδαῖοι μὲν γὰρ πάντα τὰ ἀγαθὰ ἐξεχωρίσαντο· αὐτίκα γοῦν καὶ τὰς γραφὰς δύο καὶ ἑβδομήκοντα σοφῶν μεταβαλόντων ἠθέτησαν.