Ancient Greek · ~1 min
Sect 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 11
Not analysed yet
Ἕστηκεν ἐπὶ τῆς ἐκκλησίας αὕτη ἡ προθεσμία τοῦ πάθους ἰσημερία ἐαρινή, τεσσαρεσκαιδεκάτη μέν, τοῦτο κατὰ σελήνην, τριήμερος δὲ παρασκευὴ σάββατον κυριακή. Τούτων περὶ τὸν τόπον χρῄζομεν, καὶ οὕτω κυρίως γίνεται, οὐ κατὰ καινότητα ἄλλως ἀλλὰ κατὰ παράδοσιν αὐτοῦ τοῦ Μωϋσέως τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης μετ' ἰσημερίαν φυλαττομένης.