Ancient Greek · ~4 min
Sect 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 14
Not analysed yet
Ἀλλ' εἰς ὅσον μὲν οἱ σοφοὶ περιῆσαν τῶν Ἰουδαίων, τὰ τῆς μεταβολῆς ἐκρατύνετο· γενομένης δὲ λοιπὸν τῆς κατὰ τοῦ σωτῆρος παρανομίας, ἀπεσβέσθη τὰ παρὰ Ἰουδαίοις πάντα κάλλη. Προφήτης ἐστὶν ὁ κηρύττων »Ἰδοὺ δὴ κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν». Τοῦτο τὸ προφητικὸν λόγιον κατέλαβε τὴν τῶν Ἰουδαίων πληθύν· καὶ ἐρημίᾳ συνέσεως, ἐρημίᾳ προφήτου ὑποδεικνύντος τὰ σώζοντα καὶ τὰς τῶν ἰδίων σοφῶν παραδόσεις ἠφάνισαν καὶ τῶν ἀρῶν κατεφρόνησαν καὶ τὰ τοῦ νόμου λοιπὸν ἐκινδύνευσε δίκαια. Ὡς οὖν τὰς γραφὰς μετεκίνησαν καὶ τὴν ἑρμηνείαν τῶν σοφῶν ἐκείνων ἠθέτησαν ἑνός τινος προσηλύτου πεισθέντες μεταβολῇ ἐπ' ἀθετήσει τοσούτων ἀνδρῶν καὶ ἀρῶν, οὕτω καὶ τὴν προθεσμίαν τοῦ πάσχα διέφθειραν.