Ancient Greek
Sect 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 15
Not analysed yet
Ἔχομεν μάρτυρας σοφοὺς Ἑβραίους οἷον Φίλωνα καὶ Ἰώσηπον καὶ ἄλλους τινάς, οἵτινες ἐν τοῖς οἰκείοις συγγράμμασι διαβεβαιοῦνται ὅτι οὐ δύναται ἀκριβῶς ἄλλως τὸ πάσχα γενέσθαι ἢ μετ' ἐαρινὴν ἰσημερίαν ἐνστᾶσαν· καὶ ὁρίζονται οὗτοι ἀνέκαθεν τὸν τοιοῦτον εἱρμὸν τετηρῆσθαι μετὰ τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης, ὡς πολλάκις ἐρρήθη. Οὗτοι δὲ σαφῶς, ὡς πάντες Ἰουδαῖοι ἐπίστανται, μετὰ τὸ πάθος τοῦ σωτῆρος ἐγένοντο πολλῷ τῷ μετέπειτα χρόνῳ βιώσαντες, ὥστε δῆλον εἶναι ὅτι καὶ ὁ σωτὴρ ἐν τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθε μετ' ἰσημερίαν. Ἔχεις τοίνυν καὶ ἐκ τῆς μαρτυρίας τῶν σοφῶν Ἰουδαίους τοὺς νῦν ἀποβλήτους, ἐξ ἀρχῆς μετ' ἰσημερίαν τεσσαρεσκαιδεκάτῃ σελήνης τὸ πάσχα τοῦ προβάτου τελέσαντας. Τοῦτό μοι ἱστάσθω τέως, ἵν' ἐκ τούτου δειχθῇ τὸ προκείμενον.