Ancient Greek · ~3 min
Sect 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 20
Not analysed yet
Ὅμως δὲ βούλομαι τοῦτο ἐκ τῆς γραφῆς παραστῆσαι· »Ἐν ἀρχῇ», φησίν, »ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶτα ἐπάγει ὅτι σκότος ἦν καὶ φῶς οὐδέπω ἦν, »καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς»· τοῦτο τὸ φῶς πρῶτον ἐγένετο σκότους τὰ πάντα κατειληφότος. »Εἶπεν» οὖν »ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα»· ἔχεις πρώτην ἡμέραν καὶ πρώτην νύκτα. Τί γάρ; πῶς εἶπεν ὅτι »καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους», ὃ διέταξεν εἰς νύκτα;