Ancient Greek · ~2 min
Sect 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 19
Not analysed yet
Ὅτι μὲν γὰρ ἡ ἰσημερία προέστηκε τοῦ ἀληθῶς πρώτου χρόνου, τοῦτο δῆλον ἐπὶ τῆς τοῦ θεοῦ δημιουργίας ἐστίν. Πρῶτον μὲν γὰρ μῆνα ζητοῦμεν διὰ τὸν πρῶτον χρόνον· ὁ δὲ πρῶτος χρόνος ἀρχὴν ὀφείλει ἔχειν τὴν πρώτην ἡμέραν καὶ νύκτα ἐν ἴσῳ διαταχθεῖσαν. Οὐδὲ γὰρ ἄλλη ἥρμοζεν ἀρχὴ τῷ πρώτῳ χρόνῳ ἢ ἰσότης τῶν εἰρημένων· ἔδει γάρ, δημιουργεῖσθαι μέλλοντος χρόνου καὶ ἡμέρας καὶ νυκτὸς ἄρτι παραγενομένων, τὰς ὑπάρξεις τούτων ὡρισμένας δειχθῆναι ἐν ἴσῳ, εἶθ' οὕτω τῇ κινήσει τὴν ἀνωμαλίαν ἐπιτραπῆναι· εἰ γὰρ ἡ κίνησις τὸ ἀνώμαλον ἔσχεν, ἡ δημιουργία ὤφειλε τὴν ἰσότητα δεῖξαι.