Ancient Greek · ~2 min
Sect 24
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 24
Not analysed yet
Τοσαύτην οὖν εὐεργεσίαν εἰς τοῦτον εἰσενεγκάμενος ὁ θεὸς καὶ ἁβροδίαιτον αὐτὸν ἐν παραδείσῳ καταστησάμενος τῶν τε παρ' ἑαυτοῦ χαρίτων πλουσίως αὐτῷ μεταδοὺς καὶ τὴν αὐτοῦ αἴσθησιν κατὰ τὸ δίκαιον ἐπιζητεῖ καὶ ὑπακοῇ τιμᾶσθαι τὴν χάριν ἐδίκαζεν· καὶ ἐπειδὴ εἶδεν ὅτι ἀδύνατον αὐτῷ συμφυλαχθῆναι τὴν δωρεὰν <εἰ> μὴ καταφυγῇ καὶ τιμῇ τῇ πρὸς τὸν δεδωκότα θεόν, νόμον αὐτῷ φρουρὸν ὁρίζει τῆς φύσεως, ἵνα μνήμῃ καὶ βοηθείᾳ τοῦ νομοθέτου οἷα ἀγαθοῖς τισι φαρμάκοις φυλάττηται, καὶ ἀθανασίαν μὲν αὐτῷ τηρουμένου νόμου κατεπαγγέλλεται, θάνατον δὲ παραβάντι.