Ancient Greek · ~2 min
Sect 25
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 25
Not analysed yet
Ἀλλὰ τούτων οὕτως ἐχόντων, γέγονε τὰ γενόμενα, καὶ φθόνῳ τοῦ διαβόλου πεισθεὶς παραβῆναι τὸν νόμον ὁ ἄνθρωπος φθαρτὸς γίνεται καὶ ἔξω τίθεται τοῦ παραδείσου, καὶ λοιπὸν εἰς πλῆθος δοὺς βίον τε κτηνώδη ἔζη καὶ ἀθείας τε καὶ ἀκολασίας δοχεῖον ἐγίνετο· καὶ διὰ τοῦτο προφῆται ἐβόων καὶ περὶ τῆς πρώτης αὐτοῦ ἀξίας καὶ μετὰ ταῦτα ἀναξιότητος· »Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς».